§13.89.1τοσούτου δὲ πλήθους ἀνδρῶν γυναικῶν παίδων ἐκλιπόντων τὴν πόλιν ἄφνω πολὺς οἶκτος καὶ δάκρυα κατεῖχε τὰς οἰκίας.
これほど多くの男女や子供たちが突如として都市を去ろうとしたため、家々は大きな哀悼と涙に包まれた。
ἅμα γὰρ ὁ τῶν πολεμίων ἐξέπληττε φόβος, ἅμα δὲ διὰ τὴν σπουδὴν ἠναγκάζοντο καταλιπεῖν εἰς διαρπαγὴν τοῖς βαρβάροις ταῦτʼ ἐφʼ οἷς ἑαυτοὺς ἐμακάριζον·
一方では敵に対する恐怖が彼らを怯えさせ、他方では急ぎの出発ゆえに、かつて自分たちがそれを誇りとしていた財産を蛮族の略奪に任せて残していかざるを得なかったからである。
ἀφαιρουμένης γὰρ τῆς τύχης τὴν ἐξουσίαν τῶν οἴκοι καλῶν, ἀγαπητὸν ἡγοῦντο τὰ σώματα γοῦν αὑτῶν διασῶσαι.
運命が、家にある優れた財産を享受する機会を奪い去ってしまったため、彼らは少なくとも自分たちの命だけでも救うことが、満足すべきことだと考えた。
§13.89.2οὐ μόνον δὲ τῆς τοιαύτης πόλεως εὐδαιμονίαν παρῆν ὁρᾶν ἀπολειπομένην, ἀλλὰ καὶ σωμάτων πλῆθος.
このような都市の繁栄が見捨てられるのを目にするだけでなく、多くの人々が取り残されるのを見ることもできた。
οἱ μὲν γὰρ ἐν ἀρρωστίαις ὑπὸ τῶν οἰκείων περιεωρῶντο, τῆς καθʼ ἑαυτὸν σωτηρίας ἑκάστου φροντίζοντος, οἱ δὲ ταῖς ἡλικίαις ἤδη προβεβηκότες ὑπὸ τῆς τοῦ γήρως ἀσθενείας κατελείποντο·
病気のうちにある人々は、各人が自分自身の安全を気にかけていたために、親族から見捨てられており、また、すでに高齢に達している人々は、老齢の弱さのために置き去りにされた。
πολλοὶ δὲ καὶ τὴν ἀλλαγὴν τῆς πατρίδος θανάτου τιμώμενοι τὰς χεῖρας ἑαυτοῖς προσήνεγκαν, ὅπως ταῖς πατρῴαις οἰκίαις ἐναποπνεύσωσιν.
また多くの人々は、祖国を離れるくらいなら死を選び、父祖の家の中で息を引き取るために、自分自身に手をかけた。
§13.89.3οὐ μὴν ἀλλὰ τὸ μὲν ἐκ τῆς πόλεως ἐξιὸν πλῆθος οἱ στρατιῶται μετὰ τῶν ὅπλων παρέπεμπον εἰς τὴν Γέλαν·
とはいえ、都市から出て行く群衆を、兵士たちが武装してゲラへと護送した。
ἡ δʼ ὁδὸς καὶ πάντα τὰ πρὸς τὴν Γελῴαν ἀποκεκλιμένα τῆς χώρας μέρη ἔγεμε γυναικῶν καὶ παίδων ἀναμὶξ παρθένοις, αἳ τὴν συνήθη τρυφὴν εἰς ὁδοιπορίαν σύντονον καὶ κακοπάθειαν ὑπεράγουσαν μεταβαλλόμεναι διεκαρτέρουν, τοῦ φόβου τὰς ψυχὰς ἐντείνοντος.
道路と、ゲラの方へと向かう地域のすべての場所は、既婚女性や子供たち、それに混じって処女たちで満ちており、彼女たちはいつもの贅沢な暮らしを強行軍と過度の苦難へと一変させながらも、恐怖がその魂を奮い立たせていたため、これに耐え忍んでいた。
§13.89.4οὗτοι μὲν οὖν ἀσφαλῶς διασωθέντες εἰς Γέλαν ὕστερον εἰς Λεοντίνους κατῴκησαν, Συρακοσίων αὐτοῖς δόντων τὴν πόλιν ταύτην οἰκητήριον.
さて、これらの人々はゲラへと安全に逃れたのち、後にレオンティノイに定住した。 シラクサ人が彼らにこの都市を住処として与えたからである。