Humanitext Reader

シケリアのディオドロス · 歴史叢書 §13.86.1-13.86.5

カルタゴ軍の疫病とシラクサの救援軍派遣

265 / 723 箇所 · ギリシア語

要旨

カルタゴ軍は土塁構築のために墓地を破壊するが、落雷や疫病、ハンニバルの死という凶兆に直面し、ヒミルコは神々をなだめて工事を再開する。一方、シラクサ人はアクラガス救援のため、ダプナイオス率いる大軍を結成して進軍を開始する。

§13.86.1οἱ δὲ περὶ τὸν Ἀννίβαν σπεύδοντες κατὰ πλείονα μέρη τὰς προσβολὰς ποιεῖσθαι, παρήγγειλαν τοῖς στρατιώταις καθαιρεῖν τὰ μνήματα καὶ χώματα κατασκευάζειν μέχρι τῶν τειχῶν.
一方、ハンニバルとその側近たちは、より多くの箇所から攻撃を行うことを急ぎ、兵士たちに墓を破壊して城壁に至るまで土塁を築くよう命じた。
ταχὺ δὲ τῶν ἔργων διὰ τὴν πολυχειρίαν συντελουμένων ἐνέπεσεν εἰς τὸ στρατόπεδον πολλὴ δεισιδαιμονία.
多くの人手のおかげで工事が急速に進められていたが、陣営に強い恐れが襲いかかった。
§13.86.2τὸν γὰρ τοῦ Θήρωνος τάφον ὄντα καθʼ ὑπερβολὴν μέγαν συνέβαινεν ὑπὸ κεραυνοῦ διασεῖσθαι·
というのも、テロンの墓は極めて巨大であったが、落雷によって揺り動かされることが起こったからである。
διόπερ αὐτοῦ καθαιρουμένου τῶν τε μάντεών τινες προνοήσαντες διεκώλυσαν, εὐθὺ δὲ καὶ λοιμὸς ἐνέπεσεν εἰς τὸ στρατόπεδον, καὶ πολλοὶ μὲν ἐτελεύτων, οὐκ ὀλίγοι δὲ στρέβλαις καὶ δειναῖς ταλαιπωρίαις περιέπιπτον.
それゆえ、墓が破壊されているときに、予言者たちの一部がこれをあらかじめ察知して差し止め、すぐに疫病も陣営に襲いかかった。 そして、多くの者が死に、少なからぬ者が痙攣とひどい苦痛に襲われた。
§13.86.3ἀπέθανε δὲ καὶ Ἀννίβας ὁ στρατηγός, καὶ τῶν ἐπὶ τὰς φυλακὰς προπεμπομένων ἤγγελλόν τινες διὰ νυκτὸς εἴδωλα φαίνεσθαι τῶν τετελευτηκότων.
将軍ハンニバル自身も没し、夜警のために送り出された者たちの一部は、夜間に死者たちの亡霊が現れたと報告した。
Ἰμίλκας δὲ θεωρῶν τὰ πλήθη δεισιδαιμονοῦντα πρῶτον μὲν ἐπαύσατο καθαιρῶν τὰ μνημεῖα, μετὰ δὲ ταῦτα ἱκέτευε τοὺς θεοὺς κατὰ τὸ πάτριον ἔθος τῷ μὲν Κρόνῳ παῖδα σφαγιάσας, τῷ δὲ Ποσειδῶνι πλῆθος ἱερείων καταποντίσας.
ヒミルコは兵士たちが神罰を恐れているのを見て、まずは墓の破壊を中止し、その後、祖国の習俗に従ってクロノスには子供を犠牲として捧げ、ポセイドンには多数の犠牲獣を海に沈めて神々をなだめた。
οὐ μὴν ἀπέστη γε τῶν ἔργων, ἀλλὰ χώσας τὸν παρὰ τὴν πόλιν ποταμὸν μέχρι τῶν τειχῶν ἐπέστησε πάσας τὰς μηχανὰς καὶ καθʼ ἡμέραν προσβολὰς ἐποιεῖτο.
しかし、彼は工事をあきらめることはなく、都市の傍らを流れる川を土で埋めて城壁にまで至らせ、すべての攻城兵器をそこに配置して、連日攻撃を行った。
§13.86.4οἱ δὲ Συρακόσιοι θεωροῦντες τὴν Ἀκράγαντος πολιορκίαν, καὶ φοβούμενοι μὴ τῆς αὐτῆς τοῖς Σελινουντίοις καὶ τοῖς Ἱμεραίοις τύχωσιν οἱ πολιορκούμενοι τύχης, πάλαι μὲν ἔσπευδον ἐκπέμψαι τὴν βοήθειαν, τότε δὲ παραγενομένων τῶν ἐξ Ἰταλίας καὶ Μεσσήνης συμμάχων στρατηγὸν Λαφναῖον εἵλαντο.
一方、シラクサ人たちはアクラガスの包囲戦を見守り、包囲されている人々がセリヌス人やヒメラ人と同じ運命をたどるのではないかと恐れて、かねてより援軍を派遣することを急いでいたが、そのときイタリアやメッセネからの同盟軍が到着したため、ダプナイオスを将軍に選出した。
§13.86.5τὴν δὲ δύναμιν ἀθροίσαντες παρέλαβον κατὰ τὴν ὁδὸν Καμαριναίους καὶ Γελῴους·
彼らは軍勢を集め、道中でカマリナ人とゲラ人を加え、さらに内陸部からも一部の者を召集してアクラガスに向けて進軍した。
ἔτι δὲ τῶν ἐκ τῆς μεσογείου μεταπεμψάμενοί τινας ἐπʼ Ἀκράγαντος τὴν πορείαν ἐποιοῦντο, συμπαραπλεουσῶν αὐτοῖς καὶ τῶν νεῶν τριάκοντα.
彼らと並行して三十隻の船も沿岸を航行していた。
εἶχον δὲ τοὺς πάντας πεζοὺς μὲν πλείους τῶν τρισμυρίων, ἱππεῖς δʼ οὐκ ἐλάττους τῶν πεντακισχιλίων.
彼らは全体で、歩兵三万人以上、騎兵五千人を下らない数を擁していた。

語釈・文法注

  1. 13.86.1οἱ δὲ περὶ τὸν Ἀννίβαν — 「ハンニバルとその側近(または部隊)たち」を意味する。この οἱ περὶ + 対格の慣用句は、中心人物個人、あるいはその周辺の集団を指す。直前の 85.5 でハンニバルとヒミルコが共同で指揮していたことから、彼ら指揮官たちの一派を指していると考えられる。
  2. 13.86.2αὐτοῦ καθαιρουμένου — 属格絶対の構文。代名詞 αὐτοῦ(中性単数)は直前の「テロンの墓(τάφον)」を指しており、現在分詞の受動態「それが破壊されているときに」の意味。この行為の進行中に不吉な前兆(落雷など)や予言者の制止が起こったことを表す。
  3. 13.86.4φοβούμενοι μὴ τῆς αὐτῆς τοῖς Σελινουντίοις καὶ τοῖς Ἱμεραίοις τύχωσιν οἱ πολιορκούμενοι τύχης — 恐れを表す動詞(φοβούμενοι)に導かれる μὴ 節(接続法 τύχωσιν)の中に、動詞 τυγχάνω の属格支配(τύχης)と、同一性を示す形容詞 ὁ αὐτός の与格支配(τοῖς Σελινουντίοις...)が組み合わさった複雑な構造。意味は「包囲されている人々が、セリヌス人やヒメラ人と同じ運命に遭うのではないかと恐れて」。

この箇所を引用する

シケリアのディオドロス, 歴史叢書 §13.86.1-13.86.5. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:13.86.1-13.86.5

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。