§13.85.1οἱ δὲ Καρχηδόνιοι τὰς δυνάμεις διαβιβάσαντες εἰς τὴν Σικελίαν ἀνέζευξαν ἐπὶ τὴν πόλιν τῶν Ἀκραγαντίνων, καὶ δύο παρεμβολὰς ἐποιήσαντο, μίαν μὲν ἐπί τινων λόφων, ἐφʼ ὧν τούς τε Ἴβηρας καί τινας τῶν Λιβύων ἔταξαν εἰς τετρακισμυρίους·
カルタゴ人たちは軍勢をシケリアに渡らせると、アクラガス人の都市へと進軍し、二つの陣地を築いた。 一つはある丘の上で、そこにイベリア人とリビア人の一部、合わせて約四万人を配置した。
τὴν δʼ ἄλλην οὐκ ἄπωθεν τῆς πόλεως ποιησάμενοι τάφρῳ βαθείᾳ καὶ χάρακι περιέλαβον.
もう一つは都市から遠くない場所に築き、深い濠と柵で囲んだ。
§13.85.2καὶ πρῶτον μὲν ἀπέστειλαν πρέσβεις πρὸς τοὺς Ἀκραγαντίνους, ἀξιοῦντες μάλιστα μὲν συμμαχεῖν αὐτοῖς, εἰ δὲ μή γε, ἡσυχίαν ἔχειν καὶ φίλους εἶναι Καρχηδονίοις ἐν εἰρήνῃ μένοντας·
そしてまず彼らはアクラガス人たちのもとへ使節を派遣し、できれば自分たちと同盟を結ぶこと、そうでなければ、平和のうちに留まって中立を保ち、カルタゴ人の友人であることを要求した。
οὐ προσδεξαμένων δὲ τῶν ἐν τῇ πόλει τοὺς λόγους, εὐθὺς τὰ τῆς πολιορκίας ἐνηργεῖτο.
しかし、市内の人々がその提案を受け入れなかったので、すぐに包囲戦が開始された。
§13.85.3οἱ μὲν οὖν Ἀκραγαντῖνοι τοὺς ἐν ἡλικίᾳ πάντας καθώπλισαν, καὶ καταστήσαντες εἰς τάξιν τοὺς μὲν ἐπὶ τῶν τειχῶν ἔστησαν, τοὺς δὲ ἐφέδρους πρὸς τὰς τῶν καταπονουμένων διαδοχάς.
そこでアクラガス人たちは、軍役に適した年齢の者全員を武装させ、隊列を整えて、ある者たちを城壁の上に配置し、別の者たちを、疲弊した者たちの交代要員として予備兵とした。
συνεμάχει δʼ αὐτοῖς Δέξιππός τε ὁ Λακεδαιμόνιος προσφάτως ἐκ Γέλας παρὼν μετὰ ξένων χιλίων πεντακοσίων·
また彼らには、最近ゲラから一千五百人の傭兵を率いて到着したラケダイモン人デクシッポスが共闘していた。
οὗτος γὰρ κατʼ ἐκεῖνον τὸν χρόνον, ὡς Τίμαιός φησιν, ἐν Γέλᾳ διέτριβεν, ἔχων ἀξίωμα διὰ τὴν πατρίδα.
というのも、この男は当時、ティマイオスが言うように、祖国のゆえに名声を有しており、ゲラに滞在していたからである。
§13.85.4διόπερ ἠξίωσαν αὐτὸν οἱ Ἀκραγαντῖνοι μισθωσάμενον στρατιώτας ὡς πλείστους ἐλθεῖν εἰς Ἀκράγαντα·
それゆえアクラガス人たちは、彼にできるだけ多くの兵士を雇ってアクラガスに来るよう要請した。
ἅμα δὲ τούτοις ἐμισθώθησαν καὶ οἱ πρότερον Ἀννίβᾳ συμμαχήσαντες Καμπανοί, περὶ ὀκτακοσίους ὄντες.
また彼らと同時に、以前ハンニバルと同盟していたカンパニア人たちも雇われたが、彼らは約八百人であった。
οὗτοι δὲ κατέσχον τὸν ὑπὲρ τῆς πόλεως λόφον, τὸν Ἀθήναιον μὲν ὀνομαζόμενον, κατὰ δὲ τῆς πόλεως εὐφυῶς κείμενον.
彼らは都市の上方にある、アテナイオンと呼ばれる、都市に対して有利な位置にある丘を占領した。
§13.85.5Ἰμίλκας δὲ καὶ Ἀννίβας οἱ τῶν Καρχηδονίων στρατηγοὶ διασκεψάμενοι τὰ τείχη, καὶ καθʼ ἕνα τόπον θεωροῦντες εὐέφοδον οὖσαν τὴν πόλιν, δύο πύργους προσήγαγον τοῖς τείχεσιν ὑπερμεγέθεις.
カルタゴの将軍たちであるヒミルコとハンニバルは、城壁を偵察し、一箇所だけ都市が攻撃しやすい状態にあるのを見て、城壁に向けて二つの極めて巨大な攻城塔を近づけた。
τὴν μὲν οὖν πρώτην ἡμέραν ἐπὶ τούτων τειχομαχήσαντες καὶ συχνοὺς ἀνελόντες ἀνεκαλέσαντο τῇ σάλπιγγι τοὺς μαχομένους·
そこで、最初の一日はこれらから城壁をめぐって戦い、多くの者を殺害した後、ラッパによって戦闘員たちを呼び戻した。
τῆς δὲ νυκτὸς ἐπιγενομένης οἱ κατὰ τὴν πόλιν ἐπεξελθόντες ἐνεπύρισαν τὰς μηχανάς.
しかし、夜が訪れると、市内の人々が打って出て、これら攻城兵器を放火した。