§13.84.1οὐ μόνον δὲ περὶ τὸν Τελλίαν συνέβαινεν εἶναι τοῦ πλούτου μεγαλοπρέπειαν, ἀλλὰ καὶ περὶ πολλοὺς ἄλλους Ἀκραγαντίνους.
しかし、富の華麗さはテリアスに関してだけ存在したのではなく、他の多くのアクラガス人についても同様であった。
Ἀντισθένης γοῦν ὁ ἐπικαλούμενος Ῥόδος γάμους ἐπιτελῶν τῆς θυγατρὸς εἱστίασε τοὺς πολίτας ἐπὶ τῶν στενωπῶν ὧν ᾤκουν ἕκαστοι, καὶ ζεύγη τῇ νύμφῃ συνηκολούθησε πλείω τῶν ὀκτακοσίων·
たとえば、ロドスと呼ばれるアンティステネスは、娘の婚礼を執り行うにあたり、市民たちをそれぞれが住む路地において饗応し、新婦には八百台を超える馬車が伴った。
πρὸς δὲ τούτοις οὐ μόνον οἱ κατʼ αὐτὴν τὴν πόλιν ἱππεῖς, ἀλλὰ καὶ τῶν ἀστυγειτόνων πολλοὶ κληθέντες ἐπὶ τὸν γάμον συμπροέπεμψαν τὴν νύμφην.
さらにこれらに加えて、市内の騎兵たちだけでなく、近隣の住民の多くも婚礼に招かれて、共に新婦を送り出した。
§13.84.2περιττότατον δέ φασι γενέσθαι τὸ περὶ τὴν τοῦ φωτὸς κατασκευήν·
また、照明の準備に関するものは最も並外れたものであったと言われている。
τούς τε γὰρ βωμοὺς τοὺς ἐν πᾶσι τοῖς ἱεροῖς καὶ τοὺς ἐν τοῖς στενωποῖς καθʼ ὅλην τὴν πόλιν ἐπλήρωσε ξύλων, καὶ τοῖς ἐπὶ τῶν ἐργαστηρίων ἔδωκε σχίδακας καὶ κληματίδας, παραγγείλας, ὅταν ἀπὸ τῆς ἀκροπόλεως ἀναφθῇ πῦρ, ἅπαντας ἐπιτελεῖν τὸ παραπλήσιον·
というのも、彼は全市内のすべての神殿にある祭壇と、路地にある祭壇を薪で満たし、また仕事場の人々には割り木と細枝を与えて、アクロポリスから火が灯されたならば、全員が同様のことを行うよう命じたからである。
§13.84.3ὧν ποιησάντων τὸ προσταχθέν, καθʼ ὃν καιρὸν ἤγετο ἡ νύμφη, προηγουμένων πολλῶν τῶν τὰς δᾷδας φερόντων, ἡ μὲν πόλις ἔγεμε φωτός, τὸ δὲ συνακολουθοῦν πλῆθος οὐκ ἐχώρουν αἱ δημόσιαι κατὰ τὸ ἑξῆς ὁδοί, πάντων συμφιλοτιμουμένων τῇ τἀνδρὸς μεγαλοπρεπείᾳ.
彼らが命じられたことを行い、新婦が導かれていくその時に、たいまつを運ぶ多くの人々が先導するなか、都市は光で満ちあふれ、あとに従う群衆を、公の通りは順次収容しきれなかった。 全員がその男の華麗さに競って協調したからである。
κατʼ ἐκεῖνον γὰρ τὸν χρόνον Ἀκραγαντῖνοι μὲν ἦσαν πλείους τῶν δισμυρίων, σὺν δὲ τοῖς κατοικοῦσι ξένοις οὐκ ἐλάττους τῶν εἴκοσι μυριάδων.
というのも、当時アクラガス市民は二万人を超えており、居住する外国人を含めると二十万人を下回らなかったからである。
§13.84.4φασὶ δὲ τὸν Ἀντισθένην, ἐπειδὴ τὸν υἱὸν ἑώρα πολεμοῦντά τινα τῶν ἀγρογειτόνων πένητα καὶ βιαζόμενον ἑαυτῷ τὸ ἀγρίδιον πωλῆσαι, μέχρι μέν τινος ἐπιπλήττειν, τῆς δʼ ἐπιθυμίας ἐπίτασιν λαμβανούσης, φῆσαι δεῖν μὴ σπεύδειν πῶς ἄπορον ποιήσῃ τὸν γείτονα, ἀλλὰ τοὐναντίον ὅπως πλούσιος ὑπάρχῃ·
また人々は、アンティステネスが、自分の息子が近隣の貧しい農民の一人と争い、自分に小さな畑を売り渡すよう強要しているのを見たとき、ある時までは叱責していたが、その欲望が激しさを増していくと、隣人をどのようにして困窮させるかを急ぐべきではなく、むしろそれとは反対に、どのようにして彼が富むようになるかを考えるべきだと言った、と伝えている。
οὕτως γὰρ αὐτὸν ἐπιθυμήσειν μὲν ἀγροῦ μείζονος, οὐ δυνάμενον δὲ παρὰ τοῦ γείτονος προσαγοράσαι τὸν ὑπάρχοντα πωλήσειν.
なぜなら、そうすれば、彼はより大きな畑を欲しがるようになり、かつ隣から追加で購入することができないために、今持っている畑を売りに出すことになるからである。
§13.84.5διὰ δὲ τὸ μέγεθος τῆς κατὰ τὴν πόλιν εὐπορίας τοσαύτην συνέβαινε τρυφὴν εἶναι παρὰ τοῖς Ἀκραγαντίνοις, ὥστε μετʼ ὀλίγον τῆς πολιορκίας γινομένης ποιῆσαι ψήφισμα περὶ τῶν ἐν τοῖς φυλακείοις διανυκτερευόντων, ὅπως μή τις ἔχῃ πλεῖον τύλης καὶ περιστρώματος καὶ κωδίου καὶ δυεῖν προσκεφαλαίων.
市内の富の大きさゆえに、アクラガス人たちの間にはそれほど大きな贅沢が生じていたため、少し後に包囲戦が起こったとき、警備所で夜を明かす者たちに関して、誰も敷き布団一枚、掛け布団一枚、羊皮一枚、そして枕二個より多くを持ってはならない、という決議を採択したほどであった。
§13.84.6τοιαύτης δὲ τῆς σκληροτάτης στρωμνῆς ὑπαρχούσης, ἔξεστι λογίζεσθαι τὴν κατὰ τὸν λοιπὸν βίον τρυφήν.
このようなものが彼らにとって最も過酷な寝具であったとすれば、その他の生活における贅沢ぶりがいかほどのものであったか、推し量ることができる。
περὶ μὲν οὖν τούτων οὔτε παραδραμεῖν ἠθελήσαμεν οὔτʼ ἐπὶ πλεῖον μακρολογεῖν, ἵνα μὴ τῶν ἀναγκαιοτέρων ἀποπίπτωμεν.
したがって、これらについては、無視して通り過ぎることも、これ以上長く語ることも我々は望まなかった。 それは、より不可欠な事柄から逸れてしまわないためである。