§13.80.1τῶν δὲ κατὰ τοῦτον τὸν ἐνιαυτὸν πράξεων τέλος ἐχουσῶν Ἀθήνησι μὲν παρέλαβε τὴν ἀρχὴν Καλλίας, ἐν δὲ τῇ Ῥώμῃ κατεστάθησαν ὕπατοι Λεύκιος Φούριος καὶ Γναῖος Πομπήιος.
この年の諸出来事が終わりを告げると、アテナイではカリアスが職務を引き継ぎ、ローマではルキウス・フリウスとグナエウス・ポンペイウスが執政官に任命された。
περὶ δὲ τούτους τοὺς χρόνους Καρχηδόνιοι τοῖς περὶ Σικελίαν εὐτυχήμασι μετεωριζόμενοι, καὶ σπεύδοντες ἁπάσης τῆς νήσου κυριεῦσαι, μεγάλας δυνάμεις ἐψηφίσαντο παρασκευάζεσθαι·
この頃、カルタゴ人たちはシケリアでの成功に意気揚々となり、島全体を支配することを急いで、大軍を準備することを決議した。
ἑλόμενοι δὲ στρατηγὸν Ἀννίβαν τὸν κατασκάψαντα τήν τε τῶν Σελινουντίων καὶ τὴν τῶν Ἱμεραίων πόλιν, ἅπασαν αὐτῷ τὴν κατὰ τὸν πόλεμον ἐξουσίαν ἐπέτρεψαν.
彼らは、セリヌスとヒメラの市を破壊したハンニバルを将軍に選び、彼に戦争に関する全権を委ねた。
§13.80.2παραιτουμένου δὲ διὰ τὸ γῆρας, προσκατέστησαν καὶ ἄλλον στρατηγὸν Ἰμίλκωνα τὸν Ἄννωνος, ἐκ τῆς αὐτῆς ὄντα συγγενείας.
しかし彼が高齢を理由に辞退しようとしたため、彼らはさらに、同じ一族の出身であるハノンの子ヒミルコをも将軍として追加任命した。
οὗτοι δὲ κοινῇ συνεδρεύσαντες ἔπεμψάν τινας τῶν ἐν ἀξιώματι παρὰ τοῖς Καρχηδονίοις ὄντων μετὰ πολλῶν χρημάτων, τοὺς μὲν εἰς Ἰβηρίαν, τοὺς δʼ εἰς τὰς Βαλιαρίδας νήσους, παρακελευσάμενοι ξενολογεῖν ὡς πλείστους.
彼らは共同で協議し、カルタゴ人の中で地位のある者たちの幾人かを多額の資金とともに派遣した。 ある者たちをイベリアへ、またある者たちをバレアレス諸島へと送り、できるだけ多くの傭兵を集めるよう命じた。
§13.80.3αὐτοὶ δʼ ἐπῄεσαν τὴν Λιβύην καταγράφοντες στρατιώτας Λίβυας καὶ Φοίνικας καὶ τῶν πολιτικῶν τοὺς κρατίστους.
彼ら自身はリビアを巡回し、リビア兵やフェニキア兵、そして市民のうちの最精鋭を徴募した。
μετεπέμποντο δὲ καὶ παρὰ τῶν συμμαχούντων αὐτοῖς ἐθνῶν καὶ βασιλέων στρατιώτας Μαυρουσίους καὶ Νομάδας καί τινας τῶν οἰκούντων τὰ πρὸς τὴν Κυρήνην κεκλιμένα μέρη.
また、同盟関係にある諸部族や王たちのもとからも、マウルーシア兵やヌミディア兵、そしてキュレネの方角に位置する地域に住む者たちを召喚した。
§13.80.4ἐκ δὲ τῆς Ἰταλίας μισθωσάμενοι Καμπανοὺς διεβίβασαν εἰς Λιβύην·
イタリアからはカンパニア人たちを雇い入れてリビアへと渡らせた。
ᾔδεισαν γὰρ τὴν μὲν χρείαν αὐτῶν μεγάλα συμβαλλομένην, τοὺς δʼ ἐν Σικελίᾳ καταλελειμμένους Καμπανοὺς διὰ τὸ προσκεκοφέναι τοῖς Καρχηδονίοις μετὰ τῶν Σικελιωτῶν ταχθησομένους.
というのも、彼らの能力が大きな貢献をすることを知っていた一方で、シケリアに残されたカンパニア人たちはカルタゴ人たちと仲違いしていたため、シケリア人たちの側に付くであろうと分かっていたからである。
§13.80.5τέλος δὲ τῶν δυνάμεων ἀθροισθεισῶν εἰς Καρχηδόνα συνήχθησαν αὐτοῖς οἱ πάντες σὺν ἱππεῦσιν οὐ πολλῷ πλείους, ὡς μὲν Τίμαιος, τῶν δώδεκα μυριάδων, ὡς δʼ Ἔφορος, τριάκοντα μυριάδες.
ついに軍勢がカルタゴに集結すると、彼らの総数は、騎兵を含めて、ティマイオスによれば12万をわずかに超える程度であり、エポロスによれば30万であった。
Καρχηδόνιοι μὲν οὖν τὰ πρὸς τὴν διάβασιν ἑτοιμάζοντες τάς τε τριήρεις πάσας κατήρτιζον καὶ φορτηγὰ πλοῖς συνήγαγον πλείω τῶν χιλίων·
そこでカルタゴ人たちは渡航の準備を整え、すべての三段櫂船を整備するとともに、千隻を超える輸送船を集めた。
§13.80.6προαποστειλάντων δʼ αὐτῶν εἰς Σικελίαν τεσσαράκοντα τριήρεις, οἱ Συρακόσιοι κατὰ τάχος ταῖς παραπλησίαις ναυσὶν ἐπεφάνησαν ἐν τοῖς περὶ τὸν Ἔρυκα τόποις.
彼らが先んじてシケリアへ40隻の三段櫂船を派遣すると、シュラクサイ人たちは素早くほぼ同数の船を率いてエリュクス近辺の海域に現れた。
γενομένης δὲ ναυμαχίας ἐπὶ πολὺν χρόνον πεντεκαίδεκα μὲν τῶν Φοινισσῶν νεῶν διεφθάρησαν, αἱ δʼ ἄλλαι νυκτὸς ἐπιγενομένης ἔφυγον εἰς τὸ πέλαγος.
海戦が長時間にわたって行われた末、フェニキアの船のうち15隻が破壊され、残りは夜が訪れると外洋へと逃げ去った。
§13.80.7ἀπαγγελθείσης δὲ τῆς ἥττης τοῖς Καρχηδονίοις, Ἀννίβας ὁ στρατηγὸς ἐξέπλευσε μετὰ νεῶν πεντήκοντα·
敗北がカルタゴ人たちに報じられると、将軍ハンニバルは50隻の船を率いて出航した。
ἔσπευδε γὰρ τοὺς μὲν Συρακοσίους κωλῦσαι χρήσασθαι τῷ προτερήματι, ταῖς δὲ ἰδίαις δυνάμεσιν ἀσφαλῆ παρασκευάσαι τὸν κατάπλουν.
彼は、シュラクサイ人たちがこの勝利を利用するのを阻み、自軍の渡航のために安全を確保することを急いだからである。