§13.77.1Κόνων δʼ ὁ τῶν Ἀθηναίων στρατηγὸς εἶχε μὲν ἑβδομήκοντα ναῦς, οὕτως ἐξηρτυμένας τὰ πρὸς ναυμαχίαν ὡς οὐδεὶς ἕτερος τῶν πρότερον στρατηγῶν ἦν κατεσκευακώς.
一方、アテナイの将軍コノンは七十隻の船を擁していたが、それらは、以前のどの将軍も整えたことがないほど、海戦に必要なものが十分に装備されていた。
ἔτυχε μὲν οὖν ἁπάσαις ἀνηγμένος ἐπὶ τὴν βοήθειαν τῆς Μηθύμνης·
さて、彼はたまたまそれら全艦を率いてメテュムナの救援へと出航していた。
§13.77.2εὑρὼν δὲ αὐτὴν ἡλωκυῖαν τότε μὲν ηὐλίσθη πρός τινι νήσῳ τῶν Ἑκατὸν καλουμένων, ἅμα δʼ ἡμέρᾳ κατανοήσας τὰς τῶν πολεμίων ναῦς προσπλεούσας, τὸ μὲν αὐτοῦ διαναυμαχεῖν ἔκρινεν ἐπισφαλὲς εἶναι πρὸς διπλασίας τριήρεις, διενοεῖτο δὲ ἔξω πλέων φυγεῖν καὶ προσεπισπασάμενός τινας τῶν πολεμίων τριήρων ναυμαχῆσαι πρὸς τῇ Μιτυλήνῃ·
しかし、メテュムナがすでに陥落したことを知ると、その時は、ヘカトンと呼ばれる島々の一つに錨を下ろし、夜が明けると同時に、敵の船がこちらに向かって航行してくるのを認めて、その場で、倍の数の三段櫂船を相手に海戦を交えることは危険であると判断し、沖へと航行して逃亡し、敵の三段櫂船の何隻かをおびき寄せた上で、ミティレネの近くで海戦を交えようと考えた。
οὕτως γὰρ ὑπελάμβανε νικῶν μὲν ἕξειν ἀναστροφὴν εἰς τὸ διώκειν, ἡττώμενος δʼ εἰς τὸν λιμένα καταφεύξεσθαι.
そうすれば、勝利した場合には追撃に移る余地があり、敗北した場合には港へと逃げ込めるだろうと考えたからである。
§13.77.3ἐμβιβάσας οὖν τοὺς στρατιώτας ἔπλει σχολαίως ταῖς εἰρεσίαις χρώμενος, ὅπως αἱ τῶν Πελοποννησίων ἐγγίσωσιν.
そこで、兵士たちを船に乗せると、ペロポネソス勢が近づくように、ゆっくりと櫂を漕ぎながら航行した。
οἱ δὲ Λακεδαιμόνιοι προσιόντες ἀεὶ μᾶλλον ἤλαυνον τὰς ναῦς, ἐλπίζοντες αἱρήσειν τὰς ἐσχάτας τῶν πολεμίων.
ラケダイモン人たちは接近するにつれて、敵の最後尾の船を捕らえられると期待して、ますます激しく船を進めた。
§13.77.4τοῦ δὲ Κόνωνος ὑποχωροῦντος οἱ τὰς ἀρίστας ἔχοντες ναῦς τῶν Πελοποννησίων κατὰ σπουδὴν ἐδίωκον, καὶ τοὺς μὲν ἐρέτας διὰ τὴν συνέχειαν τῆς εἰρεσίας ἐξέλυσαν, αὐτοὶ δὲ πολὺ τῶν ἄλλων ἀπεσπάσθησαν.
コノンが退却すると、ペロポネソス勢のうちで最も優れた船を擁する者たちが急いで追撃し、絶え間ない漕ぎによって漕ぎ手たちを疲れ果てさせ、彼ら自身は他の者たちから大きく引き離された。
ἃ δὴ συνιδὼν ὁ Κόνων, ὡς ἤδη τῆς Μιτυλήνης ἤγγιζον, ἦρεν ἀπὸ τῆς ἰδίας νεὼς φοινικίδα·
コノンは、彼らがすでにミティレネに近づいた時にこれを見抜き、自身の船から赤い旗を掲げた。
τοῦτο γὰρ σύσσημον ἦν τοῖς τριηράρχοις.
これが三段櫂船の指揮官たちに対する合図だったからである。
§13.77.5διόπερ αἱ μὲν ναῦς, τῶν πολεμίων ἐξαπτομένων, ἐξαίφνης πρὸς ἕνα καιρὸν ἐπέστρεψαν, καὶ τὸ μὲν πλῆθος ἐπαιάνισεν, οἱ δὲ σαλπικταὶ τὸ πολεμικὸν ἐσήμηναν·
そのため、敵が今にも追いつこうとしたその時、船は一斉に突然反転し、兵士たちは勝鬨の歌を歌い、喇叭手たちは戦闘開始の合図を響かせた。
οἱ δὲ Πελοποννήσιοι καταπλαγέντες ἐπὶ τῷ γεγονότι ταχέως ἐπεχείρουν ἀντιπαρατάττειν τὰς ναῦς, τοῦ καιροῦ δʼ ἀναστροφὴν οὐ διδόντος οὗτοι μὲν ἐν πολλῷ θορύβῳ καθειστήκεισαν διὰ τὸ τὰς ἀφυστερούσας ναῦς τὴν εἰθισμένην λελοιπέναι τάξιν,
ペロポネソス勢はこの事態に驚愕し、急いで船を対峙させようとしたが、状況が再整列の猶予を与えなかったため、彼らは大混乱に陥った。 後れを取った船が通常の隊列を崩していたからであった。