§13.75.1προσετέθη δὲ καὶ συνωρὶς κατὰ τὴν αὐτὴν Ὀλυμπιάδα, καὶ παρὰ Λακεδαιμονίοις Πλειστῶναξ ὁ βασιλεὺς ἐτελεύτησεν ἄρξας ἔτη πεντήκοντα, διαδεξάμενος δὲ τὴν ἀρχὴν Παυσανίας ἦρξεν ἔτη τετταρακαίδεκα.
また、同じオリンピア期に二頭立て馬車競技も追加され、ラケダイモン人においては王プレイストアナクスが50年間在位して死に、王位を継承したパウサニアスが14年間治めた。
οἱ δὲ τὴν Ῥόδον νῆσον κατοικοῦντες καὶ Ἰηλυσὸν καὶ Λίνδον καὶ Κάμειρον μετῳκίσθησαν εἰς μίαν πόλιν τὴν νῦν καλουμένην Ῥόδον.
また、ロードス島に居住する者たち、すなわちイエリュソス、リンドス、カメイロスの住民は、現在ロードスと呼ばれている一つの都市へと移住した。
§13.75.2Ἑρμοκράτης δʼ ὁ Συρακόσιος ἀναλαβὼν τοὺς μετʼ αὐτοῦ στρατεύοντας ὥρμησεν ἐκ Σελινοῦντος, καὶ παραγενόμενος πρὸς τὴν Ἱμέραν κατεστρατοπέδευσεν ἐν τοῖς προαστείοις τῆς ἀνατετραμμένης πόλεως.
シュラクサイ人のエルモクラテスは、彼とともに従軍する者たちを率いてセリヌスから出発し、ヒメラに到着すると、破壊された都市の郊外に陣を張った。
διαπυθόμενος δʼ ἐν ᾧ τόπῳ παρετάχθησαν οἱ Συρακόσιοι, τὰ τῶν τετελευτηκότων ὀστᾶ συνήθροιζε, παρασκευάσας δʼ ἁμάξας πολυτελῶς κεκοσμημένας, ἐπὶ τούτων παρεκόμισεν αὐτὰ ἐπὶ τὴν Συράκουσαν.
そして、シュラクサイ人がどの場所に陣を布いたかを聞き知ると、死者たちの骨を集め、豪華に装飾された荷車を用意して、それらの上に骨を載せてシュラクサイへと運んだ。
§13.75.3αὐτὸς μὲν οὖν ἐπὶ τῶν ὅρων κατέμεινε διὰ τὸ κωλύεσθαι τοὺς φυγάδας ὑπὸ τῶν νόμων συνιέναι, τῶν δὲ μετʼ αὐτοῦ τινας ἀπέστειλεν, οἳ τὰς ἁμάξας παρεκόμισαν εἰς τὰς Συρακούσας.
彼自身は、亡命者が法によって立ち入ることを禁じられているため国境に留まったが、彼とともにいた者たちのうち数人を派遣し、彼らがその荷車をシュラクサイへと送り届けた。
§13.75.4ὁ δʼ Ἑρμοκράτης ταῦτα ἔπραττεν, ὅπως ὁ μὲν Διοκλῆς ἀντιπράττων αὐτῷ περὶ τῆς καθόδου, δοκῶν δʼ αἴτιος εἶναι τοῦ περιεωρᾶσθαι τοὺς τετελευτηκότας ἀτάφους, προσκόψαι τοῖς πλήθεσιν, αὐτὸς δὲ φιλανθρώπως τούτοις προσενεχθεὶς ἐπαγάγοι τὸ πλῆθος εἰς τὴν προτέραν εὔνοιαν.
エルモクラテスがこれらのことを行ったのは、自分の帰還に対して敵対しているディオクレスが、死者たちが埋葬されずに放置されていることの原因であると思われることによって、大衆の反感を買う一方で、自分自身はこれらの死者に対して手厚く対処したことによって、大衆をかつての好意へと引き寄せるためであった。
§13.75.5τῶν οὖν ὀστῶν παρακομισθέντων ἐνέπεσεν εἰς τὰ πλήθη στάσις, τοῦ μὲν Διοκλέους κωλύοντος θάπτειν, τῶν δὲ πολλῶν συγκατατιθεμένων.
こうして遺骨が運ばれると、大衆の間で内紛が生じた。 ディオクレスが埋葬を阻んだのに対し、多くの人々が同意したからである。
τέλος δʼ οἱ Συρακόσιοι ἔθαψάν τε τὰ λείψανα τῶν τετελευτηκότων καὶ πανδημεὶ τὴν ἐκφορὰν ἐτίμησαν.
ついにシュラクサイ人は死者たちの遺骸を埋葬し、全市民で葬儀の行列を敬った。
καὶ ὁ μὲν Διοκλῆς ἐφυγαδεύθη, τὸν δʼ Ἑρμοκράτην οὐδʼ ὣς προσεδέξαντο·
そしてディオクレスは追放されたが、エルモクラテスのことは、それでもなお人々は受け入れなかった。
ὑπώπτευον γὰρ τὴν τἀνδρὸς τόλμαν, μήποτε τυχὼν ἡγεμονίας ἀναδείξῃ ἑαυτὸν τύραννον.
というのも、彼らはその男の不敵さを警戒し、彼がもし支配権を得るようなことがあれば、自らを僭主として宣言するのではないかと恐れたからである。
§13.75.6ὁ μὲν οὖν Ἑρμοκράτης τότε τὸν καιρὸν οὐχ ὁρῶν εὔθετον εἰς τὸ βιάσασθαι, πάλιν ἀνεχώρησεν εἰς Σελινοῦντα.
そこでエルモクラテスは、当時は力ずくで強行するのに適した機会ではないと見て、再びセリヌスへと退いた。
μετὰ δέ τινα χρόνον τῶν φίλων αὐτὸν μεταπεμπομένων ὥρμησε μετὰ τρισχιλίων στρατιωτῶν, καὶ πορευθεὶς διὰ τῆς Γελῴας ἧκε νυκτὸς ἐπὶ τὸν συντεταγμένον τόπον.
しかししばらくの後、友人たちが彼を呼び寄せたので、3000人の兵を率いて出発し、ゲラ領を通って、夜間に約束の場所へと到着した。
§13.75.7οὐ δυνηθέντων δὲ ἁπάντων ἀκολουθῆσαι τῶν στρατιωτῶν, ὁ μὲν Ἑρμοκράτης μετʼ ὀλίγων προσελθὼν τῷ κατὰ τὴν Ἀχραδινὴν πυλῶνι, καὶ τῶν φίλων τινὰς εὑρὼν προκατειλημμένους τοὺς τόπους, ἀνελάμβανε τοὺς ἀφυστεροῦντας·
兵士たちの全員が従うことができなかったため、エルモクラテスは少数の者たちとともにアクラディネの近くの門へと進み、あらかじめその場所を占拠していた友人たちの数人に出会うと、遅れている者たちを収容していた。
§13.75.8οἱ δὲ Συρακόσιοι τὸ γεγενημένον ἀκούσαντες σὺν τοῖς ὅπλοις ἦλθον εἰς τὴν ἀγοράν, καθʼ ἣν μετὰ πολλοῦ πλήθους ἐπιφανέντες τόν τε Ἑρμοκράτην καὶ τῶν συμπραττόντων αὐτῷ τοὺς πλείστους ἀπέκτειναν.
しかしシュラクサイ人は起こったことを聞き、武器を手にして広場へと集まり、そこへ大軍を率いて現れると、エルモクラテスと彼に協力していた者たちの大部分を殺害した。
τοὺς δὲ ἀπὸ τῆς μάχης διασωθέντας μεθιστάντες εἰς κρίσιν φυγῇ κατεδίκαζον·
そして戦闘から生き残った者たちを、裁判にかけて追放刑に処した。
§13.75.9διόπερ τινὲς αὐτῶν πολλοῖς περιπεσόντες τραύμασιν ὡς τετελευτηκότες ὑπὸ τῶν συγγενῶν παρεδόθησαν, ὅπως μὴ τῇ τοῦ πλήθους ὀργῇ παραδοθῶσιν, ὧν ἦν καὶ Διονύσιος ὁ μετὰ ταῦτα τῶν Συρακοσίων τυραννήσας.
このため、彼らのうちの何人かは多くの傷を負って死んだものとして親族たちによって引き渡され、大衆の怒りに引き渡されないようにされた。 その中には、後にシュラクサイの僭主となったディオニュシオスも含まれていた。