§13.71.1Ἀλκιβιάδης δὲ πυθόμενος ἐν Ἐφέσῳ τὸν Λύσανδρον ἐξαρτύειν τὸν στόλον, ἀνήχθη μετὰ πασῶν τῶν νεῶν εἰς Ἔφεσον.
アルキビアデスは、リサンドロスがエフェソスで艦隊を整えていると聞き、すべての船とともに出航してエフェソスへと向かった。
ἐπιπλεύσας δὲ τοῖς λιμέσιν,ὡς οὐδεὶς ἀντανήγετο, τὰς μὲν πολλὰς ναῦς καθώρμισε περὶ τὸ Νότιον, τὴν ἡγεμονίαν αὐτῶν παραδοὺς Ἀντιόχῳ τῷ ἰδίῳ κυβερνήτῃ, διακελευσάμενος αὐτῷ μὴ ναυμαχεῖν, ἕως ἂν αὐτὸς παραγένηται, τὰς δὲ στρατιώτιδας ναῦς ἀνέλαβε καὶ κατὰ σπουδὴν ἔπλευσεν εἰς Κλαζομενάς·
彼は港へと攻め寄せたが、誰も対抗して出航してこなかったため、大半の船をノティオンの周辺に停泊させ、その指揮権をみずからの航海士アンティオコスに委ねた。 その際、自分が戻るまでは海戦を行わないよう彼に固く命じた。 そして、自らは兵員輸送船を引き連れて急ぎクラゾメナイへと航行した。
αὕτη γὰρ ἡ πόλις σύμμαχος Ἀθηναίων οὖσα κακῶς ἔπασχεν ὑπό τινων φυγάδων πορθουμένη.
というのも、この都市はアテナイの同盟国であったが、一部の亡命者たちによって略奪され、ひどい状態にあったからである。
§13.71.2ὁ δʼ Ἀντίοχος ὢν τῇ φύσει πρόχειρος, καὶ σπεύδων διʼ ἑαυτοῦ τι πρᾶξαι λαμπρόν, τῶν μὲν Ἀλκιβιάδου λόγων ἠμέλησε, δέκα δὲ ναῦς τὰς ἀρίστας πληρώσας, καὶ τὰς ἄλλας τοῖς τριηράρχοις παραγγείλας ἑτοίμας ἔχειν, ἂν ἦ χρεία ναυμαχεῖν, ἐπέπλευσε τοῖς πολεμίοις, προκαλεσόμενος εἰς ναυμαχίαν.
しかしアンティオコスは、生まれつき軽率な性格で、自らの手で何か華々しい功績を立てることを焦っていたため、アルキビアデスの言葉を無視し、最も優れた十隻の船に人員を配備し、他の船については、海戦の必要が生じた場合に備えて準備を整えておくよう三段櫂船の指揮官たちに命じた上で、敵に攻め寄せ、海戦を挑もうとした。
§13.71.3ὁ δὲ Λύσανδρος πεπυσμένος παρά τινων αὐτομόλων τὴν ἄφοδον Ἀλκιβιάδου καὶ τῶν ἀρίστων μετʼ αὐτοῦ στρατιωτῶν, καιρὸν εἶναι διέλαβε πρᾶξαί τι τῆς Σπάρτης ἄξιον.
一方リサンドロスは、何人かの脱走兵から、アルキビアデスと彼に同行する精鋭の兵士たちが不在であることを聞き、スパルタにふさわしい功績を立てる好機であると判断した。
διόπερ πάσαις ταῖς ναυσὶν ἀνταναχθεὶς μίαν μὲν τὴν προπλέουσαν τῶν δέκα, καθʼ ἣν Ἀντίοχος ἦν ἀντιτεταγμένος, κατέδυσε, τὰς δʼ ἄλλας τρεψάμενος ἐδίωξε, μέχρις οὗ τὰς ἄλλας πληρώσαντες οἱ τριήραρχοι τῶν Ἀθηναίων παρεβοήθησαν ἐν οὐδεμιᾷ τάξει.
それゆえ、すべての船とともに対抗して出航し、十隻のうち先頭を航行していた一隻、すなわちアンティオコス自身が陣頭指揮をとっていた船を撃沈した。 そして残りの船を敗走させて追撃し、アテナイの他の三段櫂船の指揮官たちが船に人員を乗せて無秩序な隊列のまま救援に駆けつけるまで、それを続けた。
§13.71.4γενομένης δὲ ναυμαχίας ἀθρόαις ταῖς ναυσὶν οὐ μακρὰν τῆς γῆς, Ἀθηναῖοι διὰ τὴν ἀταξίαν ἠλαττώθησαν καὶ ναῦς ἀπέβαλον δύο πρὸς ταῖς εἴκοσι·
陸からそう遠くない場所で、すべての船による海戦が勃発した際、アテナイ人は無秩序さゆえに劣勢に立たされ、二十二隻の船を失った。
τῶν δʼ ἐν αὐταῖς ἀνδρῶν ὀλίγοι μὲν ἐζωγρήθησαν,οἱ δὲ λοιποὶ πρὸς τὴν γῆν διενήξαντο.
それらの船に乗っていた男たちのうち、少数は生け捕りにされたが、残りの者たちは陸へと泳ぎ渡った。
Ἀλκιβιάδης δὲ πυθόμενος τὸ γεγενημένον διὰ σπουδῆς ἀνέκαμψεν εἰς τὸ Νότιον, καὶ πάσας τὰς τριήρεις πληρώσας ἐπέπλευσε τοῖς λιμέσι τῶν πολεμίων·
アルキビアデスは、起きたことを知ると急ぎノティオンへと戻り、すべての三段櫂船に人員を配備して敵の港へと攻め寄せた。
οὐ τολμῶντος δʼ ἀνταναχθῆναι τοῦ Λυσάνδρου τὸν πλοῦν εἰς Σάμον ἐποιήσατο.
しかし、リサンドロスが対抗して出航しようとしなかったため、彼はサモスへと船を向けた。