§13.70.1Λακεδαιμόνιοι δὲ τήν τε ναυτικὴν δύναμιν ἄρδην ἀπολωλεκότες καὶ μετʼ αὐτῆς Μίνδαρον τὸν ἡγεμόνα, ταῖς ψυχαῖς ὅμως οὐκ ἐνέδωκαν, ἀλλὰ ναύαρχον εἵλαντο Λύσανδρον, δοκοῦντα στρατηγίᾳ διαφέρειν τῶν ἄλλων καὶ τόλμαν ἔμπρακτον ἔχοντα πρὸς πᾶσαν περίστασιν·
スパルタ人は、海軍力を根こそぎ失い、それとともに指揮官ミンダロスをも失っていたが、それでも気力を失わず、むしろ、将才において他者より優れており、あらゆる状況に対して実効的な大胆さを備えていると見なされていたリサンドロスを海軍提督に選出した。
ὃς παραλαβὼν τὴν ἀρχὴν ἐκ τῆς Πελοποννήσου στρατιώτας τε κατέγραφε τοὺς ἱκανοὺς καὶ ναῦς ἐπλήρωσεν ὅσας ἐδύνατο πλείστας.
彼は指揮権を引き継ぐと、ペロポネソスから十分な数の兵士を徴募し、できる限り多くの船に人員を配備した。
§13.70.2ἐκπλεύσας δὲ εἰς Ῥόδον, καὶ προσλαβόμενος ἐκεῖθεν ναῦς ὅσας εἶχον αἱ πόλεις, ἔπλευσεν εἰς Ἔφεσον καὶ Μίλητον.
彼はロドス島へと船出し、そこから諸都市が保有していたすべての船を加えて、エフェソスとミレトスへと航行した。
καταρτίσας δὲ καὶ τὰς ἐν ταύταις ταῖς πόλεσι τριήρεις, μετεπέμψατο τὰς ἐκ Χίου, καὶ στόλον ἐξήρτυεν ἐξ Ἐφέσου νεῶν ὑπάρχοντα σχεδὸν ἑβδομήκοντα.
これら諸都市にある三段櫂船をも整備した上で、キオス島からの船を呼び寄せ、エフェソスからほぼ七十隻からなる船団を準備した。
§13.70.3ἀκούσας δὲ Κῦρον τὸν Δαρείου τοῦ βασιλέως υἱὸν ὑπὸ τοῦ πατρὸς ἀπεσταλμένον συμπολεμεῖν τοῖς Λακεδαιμονίοις, ἧκεν εἰς Σάρδεις πρὸς αὐτόν, καὶ παροξύνας τὸν νεανίσκον εἰς τὸν κατὰ τῶν Ἀθηναίων πόλεμον μυρίους μὲν δαρεικοὺς παραχρῆμα ἔλαβεν εἰς τὸν τῶν στρατιωτῶν μισθόν, καὶ εἰς τὸ λοιπὸν δὲ ὁ Κῦρος ἐκέλευσεν αἰτεῖν μηδὲν ὑποστελλόμενον·
一方、王ダレイオスの息子キュロスが、スパルタ人とともに戦うために父親から派遣されたと聞いて、彼はサルデイスの彼のところへと赴いた。 そして、この若者をアテナイ人に対する戦争へと駆り立て、兵士たちの給与のために、ただちに一万ダレイコス金貨を受け取った。 さらにキュロスは、将来についても何ら遠慮することなく要求するようにと命じた。
ἐντολὰς γὰρ ἔχειν παρὰ τοῦ πατρός, ὅπως ὅσα ἂν προαιρῶνται Λακεδαιμόνιοι χορηγήσαι αὐτοῖς.
というのも、スパルタ人が望むものは何であれ、彼らに提供するようにとの命令を父親から受けているから、とのことであった。
§13.70.4ἀνακάμψας δὲ εἰς Ἔφεσον ἀπὸ τῶν πόλεων μετεπέμπετο τοὺς δυνατωτάτους, πρὸς οὓς ἑταιρίας συντιθέμενος ἐπηγγέλλετο τῶν πραγμάτων κατορθωθέντων κυρίους ἑκάστους τῶν πόλεων ποιήσειν.
エフェソスに戻ると、彼は諸都市から最も有力な者たちを呼び寄せ、彼らと同志会を結成しつつ、事態が成功裏に運んだ暁には、各自をそれぞれの都市の支配者に据えることを約束した。
διʼ ἣν αἰτίαν συνέβη τούτους πρὸς ἀλλήλους ἁμιλλωμένους ὑπηρετεῖν πλείονα τῶν ἐπιταττομένων, καὶ ταχὺ παραδόξως εὐπορεῖν τὸν Λύσανδρον πάντων τῶν εἰς πόλεμον χρησίμων.
このため、彼らは互いに競い合いながら、命じられた以上の奉仕をするにいたり、リサンドロスは戦争に役立つあらゆる物資を、急速に、かつ予想外なほど豊富に手に入れることとなった。