§13.68.1τοῦ δʼ ἔτους διελθόντος Ἀθηναῖοι μὲν Εὐκτήμονι παρέδωκαν τὴν ἀρχήν, Ῥωμαῖοι δʼ ὑπάτους κατέστησαν Μάρκον Παπίριον καὶ Σπόριον Ναύτιον, Ὀλυμπιὰς δʼ ἐγένετο τρίτη πρὸς ταῖς ἐνενήκοντα, καθʼ ἣν ἐνίκα στάδιον Εὔβατος Κυρηναῖος.
この年が明けると、アテナイ人はエウクテモンに官職を引き渡し、ローマ人はマルクス・パピリウスとスポリウス・ナウティウスを執政官に任命した。 また第九十三回オリンピアードが開催され、そこではキュレネのエウバトスがスタディオン競走で優勝した。
περὶ δὲ τούτους τοὺς χρόνους οἱ τῶν Ἀθηναίων στρατηγοὶ Βυζαντίου κυριεύσαντες ἐπῆλθον τὸν Ἑλλήσποντον, καὶ τὰς ἐν αὐτῷ πόλεις πλὴν Ἀβύδου πάσας εἷλον.
この時期、アテナイの将軍たちはビュザンティオンを支配下に置いたのち、ヘレスポントスに進出し、アビュドスを除くそこにあるすべての都市を占領した。
§13.68.2μετὰ δὲ ταῦτα Διόδωρον καὶ Μαντίθεον ἐπιμελητὰς μετὰ τῆς ἱκανῆς δυνάμεως κατέλιπον, αὐτοὶ δὲ μετὰ τῶν νεῶν καὶ τῶν λαφύρων ἔπλεον εἰς Ἀθήνας, πολλὰ καὶ μεγάλα κατειργασμένοι τῇ πατρίδι.
その後、彼らはディオドロスとマンティテオスを十分な軍勢とともに管理官として残し、自らは船団と戦利品を率いてアテナイへと航行した。 祖国のために多くの偉大な功績を成し遂げたうえで。
ὡς δʼ ἐγγὺς ἦσαν, ὁ δῆμος ἅπας ἀπήντα περιχαρὴς ἐπὶ τοῖς εὐημερήμασι·
彼らが近づくと、民衆はみなその成功に大喜びして出迎えた。
συνέδραμον δʼ εἰς τὸν Πειραιέα πολλοὶ καὶ τῶν ξένων, ἔτι δὲ παίδων καὶ γυναικῶν.
ペイライエウス港には多くの在留外国人も、さらには子供や女性までもが駆けつけた。
§13.68.3εἶχε γὰρ πολλὴν κατάπληξιν τῶν στρατηγῶν ὁ κατάπλους·
というのも、将軍たちの帰還は大きな驚嘆をもたらしたからである。
ἦγον γὰρ τῶν ἡλωκυιῶν νεῶν οὐκ ἐλάττους διακοσίων, αἰχμαλώτων δὲ ἀνδρῶν καὶ λαφύρων πλῆθος·
彼らは拿捕した船を二百隻下らず連行し、捕虜となった男たちや戦利品も大量であった。
εἶχον δὲ τὰς ἰδίας τριήρεις ὅπλοις ἐπιχρύσοις καὶ στεφάνοις, ἔτι δὲ λαφύροις καὶ τοῖς ἄλλοις ἅπασιν ἐπιμελῶς κεκοσμημένας.
また彼らは、自分たちの三段櫂船を、金箔を施した武具や花冠、さらには戦利品やその他のあらゆるもので入念に飾り立てていた。
πλεῖστοι δʼ ἐπὶ τὴν Ἀλκιβιάδου θέαν συνέδραμον ἐπὶ τοὺς λιμένας, ὥστε παντελῶς ἐρημωθῆναι τὴν πόλιν, συμφιλοτιμουμένων τοῖς ἐλευθέροις τῶν δούλων.
そして、アルキビアデスの姿を見ようと、きわめて多くの人々が港へと駆けつけたため、都市は完全に無人となり、奴隷たちも自由市民と張り合うように熱心に加わった。
§13.68.4κατʼ ἐκείνους γὰρ τοὺς χρόνους οὕτω συνέβη θαυμασθῆναι τὸν ἄνδρα τοῦτον, ὥσθʼ οἱ μὲν ὑπερέχοντες τῶν Ἀθηναίων μόγις ἐνόμιζον εὑρηκέναι δυνατὸν ἄνδρα τὸν φανερῶς καὶ θρασέως ἀντιτάξασθαι τῷ δήμῳ δυνάμενον, οἱ δʼ ἄποροι ὑπειλήφεισαν συναγωνιστὴν ἕξειν ἄριστον τὸν ἀπονενοημένως συνταράξοντα τὴν πόλιν καὶ τὴν ἑαυτῶν ἐπανορθώσοντα πενίαν.
この時代には、この人物が以下のように称賛されることになったからである。 すなわち、アテナイの有力者たちは、民衆に公然と大胆に対抗できる強力な人物をようやく見つけたと考えていたのに対し、貧困層は、捨て身で都市を混乱に陥れ、自分たちの貧困を救ってくれる最高の共闘者を得たと考えていたのである。
§13.68.5θράσει γὰρ πολὺ διέφερε τῶν ἄλλων, καὶ δεινότατος ἦν εἰπεῖν, καὶ κατὰ μὲν τὴν στρατηγίαν ἄριστος, κατὰ δὲ τὴν τόλμαν πρακτικώτατος·
なぜなら、彼は大胆さにおいて他者をはるかに凌駕しており、弁舌にもきわめて長け、将軍としての能力は最高であり、果敢な行動においては最も実行力があったからである。
ἦν δὲ καὶ τὴν ὄψιν καθʼ ὑπερβολὴν εὐπρεπὴς καὶ τὴν ψυχὴν λαμπρὸς καὶ μεγαλεπίβολος.
また、容姿はきわめて端麗であり、気概は華々しく、大いなる野心を抱く人物であった。
§13.68.6καθόλου δὲ τηλικαύτην ὑπόληψιν εἶχον ὑπὲρ αὐτοῦ σχεδὸν ἅπαντες, ὥσθʼ ἅμα τῇ κείνου καθόδῳ καὶ τὴν τῶν πραγμάτων εὐτυχίαν εἰς τὴν πόλιν ἥκειν διελάμβανον.
総じて、ほぼすべての人が彼に対してそれほどまでに大きな期待を抱いていたため、彼の帰還と同時に、国家の幸運も都市に戻ってくると信じて疑わなかった。
πρὸς δὲ τούτοις, ὥσπερ Λακεδαιμόνιοι τούτου συναγωνιζομένου προετέρουν, οὕτως ἑαυτοὺς πάλιν κατορθώσειν ἤλπιζον σύμμαχον ἔχοντες τὸν ἄνδρα τοῦτον.
その上、彼が味方して戦っていたときにはラケダイモン人が優位に立っていたように、この人物を同盟者とすることで、自分たちも再び形勢を立て直すことができるだろうと期待していた。