§13.68.1τοῦ δʼ ἔτους διελθόντος Ἀθηναῖοι μὲν Εὐκτήμονι παρέδωκαν τὴν ἀρχήν, Ῥωμαῖοι δʼ ὑπάτους κατέστησαν Μάρκον Παπίριον καὶ Σπόριον Ναύτιον, Ὀλυμπιὰς δʼ ἐγένετο τρίτη πρὸς ταῖς ἐνενήκοντα, καθʼ ἣν ἐνίκα στάδιον Εὔβατος Κυρηναῖος.
When the year had passed, the Athenians delivered the office to Euctemon, and the Romans established Marcus Papirius and Spurius Nautius as consuls; and the ninety-third Olympiad was celebrated, in which Eubatas of Cyrene won the stadium race.
περὶ δὲ τούτους τοὺς χρόνους οἱ τῶν Ἀθηναίων στρατηγοὶ Βυζαντίου κυριεύσαντες ἐπῆλθον τὸν Ἑλλήσποντον, καὶ τὰς ἐν αὐτῷ πόλεις πλὴν Ἀβύδου πάσας εἷλον.
Around this time, the Athenian generals, having gained control of Byzantium, advanced to the Hellespont and captured all the cities in it except Abydus.
§13.68.2μετὰ δὲ ταῦτα Διόδωρον καὶ Μαντίθεον ἐπιμελητὰς μετὰ τῆς ἱκανῆς δυνάμεως κατέλιπον, αὐτοὶ δὲ μετὰ τῶν νεῶν καὶ τῶν λαφύρων ἔπλεον εἰς Ἀθήνας, πολλὰ καὶ μεγάλα κατειργασμένοι τῇ πατρίδι.
After this, they left Diodorus and Mantitheus as commissioners with a sufficient force, while they themselves with the ships and the spoils sailed to Athens, having achieved many great things for their fatherland.
ὡς δʼ ἐγγὺς ἦσαν, ὁ δῆμος ἅπας ἀπήντα περιχαρὴς ἐπὶ τοῖς εὐημερήμασι· συνέδραμον δʼ εἰς τὸν Πειραιέα πολλοὶ καὶ τῶν ξένων, ἔτι δὲ παίδων καὶ γυναικῶν.
When they were near, the entire populace met them, overjoyed at their successes; and many of the resident aliens also ran together to the Peiraeus, as well as children and women.
§13.68.3εἶχε γὰρ πολλὴν κατάπληξιν τῶν στρατηγῶν ὁ κατάπλους· ἦγον γὰρ τῶν ἡλωκυιῶν νεῶν οὐκ ἐλάττους διακοσίων, αἰχμαλώτων δὲ ἀνδρῶν καὶ λαφύρων πλῆθος· εἶχον δὲ τὰς ἰδίας τριήρεις ὅπλοις ἐπιχρύσοις καὶ στεφάνοις, ἔτι δὲ λαφύροις καὶ τοῖς ἄλλοις ἅπασιν ἐπιμελῶς κεκοσμημένας.
For the return of the generals caused great wonder; for they brought in no fewer than two hundred captured ships, and a multitude of captives and spoils; and they had their own triremes meticulously adorned with gilded armor and wreaths, and moreover with spoils and all other things.
πλεῖστοι δʼ ἐπὶ τὴν Ἀλκιβιάδου θέαν συνέδραμον ἐπὶ τοὺς λιμένας, ὥστε παντελῶς ἐρημωθῆναι τὴν πόλιν, συμφιλοτιμουμένων τοῖς ἐλευθέροις τῶν δούλων.
And the greatest number ran together to the harbors for the sight of Alcibiades, so that the city was completely deserted, as the slaves vied with the free citizens in their enthusiasm.
§13.68.4κατʼ ἐκείνους γὰρ τοὺς χρόνους οὕτω συνέβη θαυμασθῆναι τὸν ἄνδρα τοῦτον, ὥσθʼ οἱ μὲν ὑπερέχοντες τῶν Ἀθηναίων μόγις ἐνόμιζον εὑρηκέναι δυνατὸν ἄνδρα τὸν φανερῶς καὶ θρασέως ἀντιτάξασθαι τῷ δήμῳ δυνάμενον, οἱ δʼ ἄποροι ὑπειλήφεισαν συναγωνιστὴν ἕξειν ἄριστον τὸν ἀπονενοημένως συνταράξοντα τὴν πόλιν καὶ τὴν ἑαυτῶν ἐπανορθώσοντα πενίαν.
For in those times it happened that this man was so admired that the prominent among the Athenians thought they had scarcely found a man capable of opposing the populace openly and boldly, while the needy assumed they would have the best champion to throw the city into confusion recklessly and correct their own poverty.
§13.68.5θράσει γὰρ πολὺ διέφερε τῶν ἄλλων, καὶ δεινότατος ἦν εἰπεῖν, καὶ κατὰ μὲν τὴν στρατηγίαν ἄριστος, κατὰ δὲ τὴν τόλμαν πρακτικώτατος· ἦν δὲ καὶ τὴν ὄψιν καθʼ ὑπερβολὴν εὐπρεπὴς καὶ τὴν ψυχὴν λαμπρὸς καὶ μεγαλεπίβολος.
For in boldness he far excelled the others, and he was most eloquent in speech, best in generalship, and most practical in daring; and he was also exceedingly handsome in appearance, and brilliant and magnanimous in spirit.
§13.68.6καθόλου δὲ τηλικαύτην ὑπόληψιν εἶχον ὑπὲρ αὐτοῦ σχεδὸν ἅπαντες, ὥσθʼ ἅμα τῇ κείνου καθόδῳ καὶ τὴν τῶν πραγμάτων εὐτυχίαν εἰς τὴν πόλιν ἥκειν διελάμβανον.
In general, almost everyone had such a high opinion of him that they believed that with his return the good fortune of public affairs had also come to the city.
πρὸς δὲ τούτοις, ὥσπερ Λακεδαιμόνιοι τούτου συναγωνιζομένου προετέρουν, οὕτως ἑαυτοὺς πάλιν κατορθώσειν ἤλπιζον σύμμαχον ἔχοντες τὸν ἄνδρα τοῦτον.
In addition to this, just as the Lacedaemonians had held the upper hand when he was fighting on their side, so they hoped that they themselves would succeed again by having this man as an ally.