Humanitext Reader

シケリアのディオドロス · 歴史叢書 §13.66.1-13.66.6

カルケドンの包囲とビュザンティオンの攻略

245 / 723 箇所 · ギリシア語

要旨

アルキビアデスとテラメネスのアテナイ軍が合流してカルケドンを包囲し、ラケダイモン人の指揮官を破る。その後、アルキビアデスは周辺で資金を調達し、ビュザンティオンの包囲において内通者を得て同市を占領する。

§13.66.1τούτων δὲ πραττομένων Ἀλκιβιάδης καὶ Θρασύβουλος Λάμψακον τειχίσαντες, ἐν μὲν ταύτῃ τὴν ἱκανὴν φυλακὴν κατέλιπον, αὐτοὶ δὲ μετὰ τῆς δυνάμεως ἐξέπλευσαν πρὸς Θηραμένην, ὃς ἐπόρθει τὴν Χαλκηδόνα ναῦς μὲν ἔχων ἑβδομήκοντα, στρατιώτας δὲ πεντακισχιλίους.
これらのことが行われている間に、アルキビアデスとスラスブロスはランプサコスを城壁で囲んだ後、そこには十分な守備隊を残し、彼ら自身は軍勢を率いて、七十隻の船と五千人の兵士を擁してカルケドンを略奪していたテラメネスのもとへ航行した。
ἀθροισθεισῶν δὲ τῶν δυνάμεων εἰς ἕνα τόπον ἀπετείχισαν τὴν πόλιν ἀπὸ θαλάττης εἰς θάλατταν ξυλίνῳ τείχει.
軍勢が一つの場所に集まると、彼らは木製の壁でその街を海から海へと遮断した。
§13.66.2ὁ δʼ ἐν τῇ πόλει καθεσταμένος ὑπὸ Λακεδαιμονίων Ἱπποκράτης ἡγεμών, ὃν οἱ Λάκωνες ἁρμοστὴν ἐκάλουν, τούς τʼ ἰδίους στρατιώτας προσήγαγε καὶ τοὺς Χαλκηδονίους ἅπαντας.
一方、ラケダイモン人によってその街に配置されていた指揮官ヒッポクラテス(ラコン人たちが「ハルモステス」と呼んでいた者)は、自身の兵士たちとカルケドン人の全員を引き連れて出撃した。
γενομένης δὲ καρτερᾶς μάχης, καὶ τῶν περὶ τὸν Ἀλκιβιάδην ἐρρωμένως ἀγωνισαμένων, ὅ τε Ἱπποκράτης ἔπεσε καὶ τῶν λοιπῶν οἱ μὲν ἀνῃρέθησαν, οἱ δὲ κατατρωθέντες συνέφυγον εἰς τὴν πόλιν.
激しい戦闘が起こり、アルキビアデスとその部下たちが力強く戦ったため、ヒッポクラテスは戦死し、残りの者のうち一部は殺され、他の者は負傷して街へと逃げ込んだ。
§13.66.3μετὰ δὲ ταῦτα Ἀλκιβιάδης μὲν εἰς Ἑλλήσποντον καὶ Χερρόνησον ἐξέπλευσε, βουλόμενος ἀθροῖσαι χρήματα, οἱ δὲ περὶ τὸν Θηραμένην ὁμολογίαν ἐποιήσαντο πρὸς Χαλκηδονίους φόρον λαμβάνειν παρʼ αὐτῶν ὅσον καὶ πρότερον.
この後、アルキビアデスは資金を集めることを望んでヘレスポントスとケルソネソスへと出航したが、テラメネスの部下たちはカルケドン人たちと合意を交わし、以前と同額の貢納金を彼らから受け取ることにした。
ἐντεῦθεν δὲ τὰς δυνάμεις ἀπαγαγόντες πρὸς Βυζάντιον ἐπολιόρκουν τὴν πόλιν καὶ μετὰ πολλῆς σπουδῆς ἀποτειχίζειν ἐπεχείρησαν.
そしてそこから軍勢をビュザンティオンへと移動させてその街を包囲し、多大なる熱意をもって壁で遮断しようと試みた。
§13.66.4Ἀλκιβιάδης δὲ ἀθροίσας χρήματα πολλοὺς αὑτῷ τῶν Θρᾳκῶν ἔπεισε συστρατεῦσαι, παρέλαβε δὲ καὶ τοὺς Χερρόνησον οἰκοῦντας πανδημεί, καὶ μετὰ πάσης τῆς δυνάμεως ἀναζεύξας πρῶτον μὲν Σηλυβρίαν διὰ προδοσίας εἷλεν, ἐξ ἧς πολλὰ χρήματα πραξάμενος ἐν μὲν ταύτῃ φρουρὰν κατέλιπεν, αὐτὸς δὲ διὰ τάχους ἧκε πρὸς τοὺς περὶ Θηραμένην εἰς Βυζάντιον.
一方、アルキビアデスは資金を集め、トラキア人の多くを説得して共に従軍させ、またケルソネソスに住む人々も総出で加え、全軍を率いて出発すると、まずセリュブリアを裏切りによって奪取した。 そこから多額の資金を徴収した上で、そこに守備隊を残し、自身は急いでビュザンティオンのテラメネスたちのもとへやって来た。
§13.66.5ἀθροισθεισῶν δὲ τῶν δυνάμεων, οὗτοι μὲν τὰ πρὸς πολιορκίαν ἡτοιμάζοντο·
軍勢が集まると、彼らは包囲戦の準備を整えた。
ἤμελλον γὰρ νικήσειν πόλιν βάρος ἔχουσαν καὶ γέμουσαν τῶν ὑπὲρ αὐτῆς ἀμυνομένων·
というのも、重要性を持ち、かつ自らのために防衛する者たちに満ちあふれた都市を破らねばならなかったからである。
χωρὶς γὰρ τῶν Βυζαντίων, πολλῶν ὄντων, Κλέαρχος ὁ Λακεδαιμόνιος ἁρμοστὴς εἶχε πολλοὺς ἐν τῇ πόλει τῶν Πελοποννησίων καὶ μισθοφόρους.
多数にのぼるビュザンティオン人とは別に、ラケダイモン人のハルモステスであるクレアルコスが、多くのペロポネソス人や傭兵たちを街の中に抱えていたからである。
§13.66.6μέχρι μὲν οὖν τινος προσβολὰς ποιούμενοι, κακὸν οὐδὲν ἀξιόλογον δρῶντες τοὺς ἔνδον διετέλουν·
そこでしばらくの間は、彼らは攻撃を加えたものの、中にいる者たちに何ら注目すべき打撃を与えることのない状態が続いていた。
ἐπεὶ δʼ ὁ τῆς πόλεως ἐπιστάτης ἀπῆλθε πρὸς Φαρνάβαζον, ὅπως λάβῃ χρήματα, τηνικαῦτά τινες τῶν Βυζαντίων, μισοῦντες τὸ βάρος τῆς ἐπιστασίας—ἦν γὰρ ὁ Κλέαρχος χαλεπός—, προύδωκαν τὴν πόλιν τοῖς περὶ τὸν Ἀλκιβιάδην.
しかし、その都市の支配者が資金を受け取るためにファルナバゾスのもとへと去ったとき、そのとき、ビュザンティオン人のうち何人かが、その支配の重苦しさを嫌悪していたため(というのもクレアルコスは苛酷だったからである)、都市をアルキビアデスとその部下たちに明け渡した。

語釈・文法注

  1. 13.66.2τῶν περὶ τὸν Ἀλκιβιάδην — 前置詞句「περί + 対格」は「アルキビアデスとその部下たち」を意味する。この句は、続く属格独立分詞 `ἀγωνισαμένων` の意味上の主語を表す属格である。
  2. 13.66.5ἤμελλον γὰρ νικήσειν — 未完了過去 `ἤμελλον` と未来不定詞 `νικήσειν` の組み合わせは、過去における意図、予定、または不可避の運命(「〜しようとしていた」「〜せざるを得なかった」)を表す。
  3. 13.66.6διετέλουν — 動詞 `διατελέω`(〜し続ける)は、分詞 `ποιούμενοι` および `δρῶντες` を補語として伴い、「〜し続けていた」という継続の状態を表す。

この箇所を引用する

シケリアのディオドロス, 歴史叢書 §13.66.1-13.66.6. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:13.66.1-13.66.6

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。