§13.66.1τούτων δὲ πραττομένων Ἀλκιβιάδης καὶ Θρασύβουλος Λάμψακον τειχίσαντες, ἐν μὲν ταύτῃ τὴν ἱκανὴν φυλακὴν κατέλιπον, αὐτοὶ δὲ μετὰ τῆς δυνάμεως ἐξέπλευσαν πρὸς Θηραμένην, ὃς ἐπόρθει τὴν Χαλκηδόνα ναῦς μὲν ἔχων ἑβδομήκοντα, στρατιώτας δὲ πεντακισχιλίους.
While these things were being done, Alcibiades and Thrasybulus, having fortified Lampsacus, left a sufficient garrison in it, and themselves sailed out with their force to Theramenes, who was plundering Chalcedon, having seventy ships and five thousand soldiers.
ἀθροισθεισῶν δὲ τῶν δυνάμεων εἰς ἕνα τόπον ἀπετείχισαν τὴν πόλιν ἀπὸ θαλάττης εἰς θάλατταν ξυλίνῳ τείχει.
And when the forces had been assembled in one place, they walled off the city from sea to sea with a wooden wall.
§13.66.2ὁ δʼ ἐν τῇ πόλει καθεσταμένος ὑπὸ Λακεδαιμονίων Ἱπποκράτης ἡγεμών, ὃν οἱ Λάκωνες ἁρμοστὴν ἐκάλουν, τούς τʼ ἰδίους στρατιώτας προσήγαγε καὶ τοὺς Χαλκηδονίους ἅπαντας.
And Hippocrates the commander, who had been established in the city by the Lacedaemonians (whom the Laconians called a harmost), led out both his own soldiers and all the Chalcedonians.
γενομένης δὲ καρτερᾶς μάχης, καὶ τῶν περὶ τὸν Ἀλκιβιάδην ἐρρωμένως ἀγωνισαμένων, ὅ τε Ἱπποκράτης ἔπεσε καὶ τῶν λοιπῶν οἱ μὲν ἀνῃρέθησαν, οἱ δὲ κατατρωθέντες συνέφυγον εἰς τὴν πόλιν.
And when a fierce battle took place, and Alcibiades and his men fought vigorously, Hippocrates fell, and of the rest, some were slain and others, being wounded, fled together into the city.
§13.66.3μετὰ δὲ ταῦτα Ἀλκιβιάδης μὲν εἰς Ἑλλήσποντον καὶ Χερρόνησον ἐξέπλευσε, βουλόμενος ἀθροῖσαι χρήματα, οἱ δὲ περὶ τὸν Θηραμένην ὁμολογίαν ἐποιήσαντο πρὸς Χαλκηδονίους φόρον λαμβάνειν παρʼ αὐτῶν ὅσον καὶ πρότερον.
After this Alcibiades sailed off to the Hellespont and the Chersonese, wishing to collect money, while Theramenes and his men made an agreement with the Chalcedonians to receive tribute from them, as much as they paid before.
ἐντεῦθεν δὲ τὰς δυνάμεις ἀπαγαγόντες πρὸς Βυζάντιον ἐπολιόρκουν τὴν πόλιν καὶ μετὰ πολλῆς σπουδῆς ἀποτειχίζειν ἐπεχείρησαν.
And leading their forces from there against Byzantium, they besieged the city and with great haste attempted to wall it off.
§13.66.4Ἀλκιβιάδης δὲ ἀθροίσας χρήματα πολλοὺς αὑτῷ τῶν Θρᾳκῶν ἔπεισε συστρατεῦσαι, παρέλαβε δὲ καὶ τοὺς Χερρόνησον οἰκοῦντας πανδημεί, καὶ μετὰ πάσης τῆς δυνάμεως ἀναζεύξας πρῶτον μὲν Σηλυβρίαν διὰ προδοσίας εἷλεν, ἐξ ἧς πολλὰ χρήματα πραξάμενος ἐν μὲν ταύτῃ φρουρὰν κατέλιπεν, αὐτὸς δὲ διὰ τάχους ἧκε πρὸς τοὺς περὶ Θηραμένην εἰς Βυζάντιον.
And Alcibiades, having collected money, persuaded many of the Thracians to campaign with him, and he also took along the inhabitants of the Chersonese in full force, and setting out with all his force, first captured Selybria through treachery; and having exacted much money from it, he left a garrison in it, while he himself came in haste to Theramenes and his men at Byzantium.
§13.66.5ἀθροισθεισῶν δὲ τῶν δυνάμεων, οὗτοι μὲν τὰ πρὸς πολιορκίαν ἡτοιμάζοντο· ἤμελλον γὰρ νικήσειν πόλιν βάρος ἔχουσαν καὶ γέμουσαν τῶν ὑπὲρ αὐτῆς ἀμυνομένων· χωρὶς γὰρ τῶν Βυζαντίων, πολλῶν ὄντων, Κλέαρχος ὁ Λακεδαιμόνιος ἁρμοστὴς εἶχε πολλοὺς ἐν τῇ πόλει τῶν Πελοποννησίων καὶ μισθοφόρους.
And when the forces had been assembled, they made preparations for the siege; for they were about to conquer a city that possessed great importance and was full of defenders fighting on its behalf; for apart from the Byzantines, who were numerous, Clearchus the Lacedaemonian harmost had many of the Peloponnesians and mercenaries in the city.
§13.66.6μέχρι μὲν οὖν τινος προσβολὰς ποιούμενοι, κακὸν οὐδὲν ἀξιόλογον δρῶντες τοὺς ἔνδον διετέλουν· ἐπεὶ δʼ ὁ τῆς πόλεως ἐπιστάτης ἀπῆλθε πρὸς Φαρνάβαζον, ὅπως λάβῃ χρήματα, τηνικαῦτά τινες τῶν Βυζαντίων, μισοῦντες τὸ βάρος τῆς ἐπιστασίας—ἦν γὰρ ὁ Κλέαρχος χαλεπός—, προύδωκαν τὴν πόλιν τοῖς περὶ τὸν Ἀλκιβιάδην.
For a certain time, therefore, though they made assaults, they continued to do no noteworthy damage to those inside; but when the commander of the city went away to Pharnabazus in order to get money, at that time certain of the Byzantines, hating the severity of his rule—for Clearchus was harsh—betrayed the city to Alcibiades and his men.