§13.65.1τούτων δὲ πραττομένων Μεγαρεῖς μὲν Νίσαιαν ὑπʼ Ἀθηναίους οὖσαν εἷλον, Ἀθηναῖοι δʼ ἐπʼ αὐτοὺς ἀπέστειλαν Λεωτροφίδην καὶ Τίμαρχον μετὰ μὲν πεζῶν χιλίων, ἱππέων δὲ τετρακοσίων.
これらのことが行われている間に、メガラ人たちはアテナイ人の支配下にあったニサイアを奪取した。 アテナイ人は彼らに対し、レオトロフィデスとティマルコスを千人の歩兵と四百人の騎兵とともに派遣した。
οἷς οἱ Μεγαρεῖς ἀπαντήσαντες μετὰ τῶν ὅπλων πανδημεὶ καὶ παραλαβόντες τινὰς τῶν ἐκ Σικελίας, παρετάξαντο πρὸς τοῖς λόφοις τοῖς Κέρασι καλουμένοις·
これに対しメガラ人たちは総出で武装して立ち向かい、シケリアからの何人かを仲間に加えて、ケラスと呼ばれる丘の近くで陣をしいた。
§13.65.2τῶν δʼ Ἀθηναίων λαμπρῶς ἀγωνισαμένων, καὶ πολλαπλασίους ὄντας τοὺς πολεμίους τρεψαμένων, Μεγαρέων ἔπεσον μὲν πολλοί, τῶν δὲ Λακεδαιμονίων εἴκοσι μόνον·
アテナイ人たちが目覚ましく戦い、自分たちの何倍もの数であった敵を敗走させたため、メガラ人の多くが倒れたが、ラケダイモン人はわずか二十人しか倒れなかった。
οἱ γὰρ Ἀθηναῖοι βαρέως φέροντες ἐπὶ τῷ τὴν Νίσαιαν κατειλῆφθαι τοὺς μὲν Λακεδαιμονίους οὐκ ἐδίωξαν, πρὸς δὲ τοὺς Μεγαρεῖς χαλεπῶς διακείμενοι παμπληθεῖς ἀνεῖλον.
というのは、アテナイ人たちはニサイアが奪取されたことを重く受け止め、ラケダイモン人たちを追撃することはしなかったが、メガラ人に対しては悪感情を抱いていたため、極めて多数の者を殺害したからである。
§13.65.3Λακεδαιμόνιοι δὲ Κρατησιππίδαν ἑλόμενοι ναύαρχον, καὶ παρὰ τῶν συμμάχων ναῦς αὑτῶν πληρώσαντες εἴκοσι πέντε, προσέταξαν παραβοηθεῖν τοῖς συμμάχοις.
ラケダイモン人はクラテシッピダスを海軍総司令官に選出し、同盟諸国から自分たちの船二十五隻に乗り組ませ、同盟諸国を救援するよう命じた。
οὗτος δὲ χρόνον μέν τινα περὶ τὴν Ἰωνίαν διέτριψεν οὐθὲν ἄξιον λόγου πράξας· μετὰ δὲ ταῦτα παρὰ τῶν ἐκ Χίου φυγάδων λαβὼν χρήματα κατήγαγεν αὐτοὺς καὶ τὴν ἀκρόπολιν τῶν Χίων κατελάβετο.
彼はしばらくの間イオニア周辺で時間を費やし、特筆に値することは何もしなかったが、この後、キオスからの亡命者たちから資金を受け取り、彼らを帰国させ、キオス人のアクロポリスを占拠した。
§13.65.4οἱ δὲ κατελθόντες τῶν Χίων τοὺς ἀντιπολιτευομένους αὐτοῖς καὶ τῆς ἐκπτώσεως αἰτίους ὄντας εἰς ἑξακοσίους τὸν ἀριθμὸν ὄντας ἐφυγάδευσαν.
そして帰国したキオス人たちは、自分たちに対立し、かつ自らの追放の原因となった者たちを、その数およそ六百人にのぼったが、追放した。
οὗτοι δὲ τῆς ἀντιπέραν ἠπείρου χωρίον Ἀταρνέα καλούμενον κατελάβοντο, σφόδρα τῇ φύσει καθεστηκὸς ὀχυρόν, καὶ τὸ λοιπὸν ἐκ τούτου τὰς ἀφορμὰς ἔχοντες ἐπολέμουν τοῖς Χίον ἔχουσιν.
そしてこれら追放された者たちは、対岸の大陸にあるアタルネウスと呼ばれる場所を占拠した。 そこは自然の地勢において極めて頑固な要害であり、以後、ここを拠点として、キオスを支配している者たちと戦争を行った。