Humanitext Reader

シケリアのディオドロス · 歴史叢書 §13.58.1-13.58.3

セリヌス人捕虜の悲哀と避難民のアクラガス到着

237 / 723 箇所 · ギリシア語

要旨

カルタゴと同盟するギリシア人たちが捕虜となったセリヌス人、特に女性たちの悲惨な運命を同情し、死んでいった男性たちを羨む様子を描く。一方で、難を逃れたセリヌス人たちはアクラガスに温かく迎え入れられ、支援を受ける。

§13.58.1θεωροῦντες δὲ τὴν τοῦ βίου μεταβολὴν οἱ τοῖς Καρχηδονίοις Ἕλληνες συμμαχοῦντες ἠλέουν τὴν τῶν ἀκληρούντων τύχην.
カルタゴ人と同盟を結んでいたギリシア人たちは、人生のこの急変を目にして、不運な人々(セリヌス人)の境遇を哀れんだ。
αἱ μὲν γυναῖκες ἐστερημέναι τῆς συνήθους τρυφῆς ἐν πολεμίων ὕβρει διενυκτέρευον, ὑπομένουσαι δεινὰς ταλαιπωρίας·
女性たちは普段の不自由ない暮らしを奪われ、敵から辱めを受けながら夜を明かし、恐ろしい苦難を耐え忍んでいた。
ὧν ἔνιαι θυγατέρας ἐπιγάμους ὁρᾶν ἠναγκάζοντο πασχούσας οὐκ οἰκεῖα τῆς ἡλικίας.
彼女たちのうちのある者たちは、結婚適齢期に達した娘たちが、その年齢にふさわしくない不名誉な仕打ちを受けているのを見ることを余余儀なくされた。
§13.58.2ἡ γὰρ βαρβάρων ὠμότης οὔτε παίδων ἐλευθέρων οὔτε παρθένων φειδομένη δεινὰς τοῖς ἠτυχηκόσι παρίστα συμφοράς.
なぜなら、野蛮人の残虐さは自由の身分の子どもたちをも乙女たちをも容赦せず、不幸な人々に恐ろしい災厄をもたらしたからである。
διόπερ αἱ γυναῖκες ἀναλογιζόμεναι μὲν τὴν ἐν τῇ Λιβύῃ μέλλουσαν αὑταῖς ἔσεσθαι δουλείαν, θεωροῦσαι δʼ αὑτὰς ἅμα τοῖς τέκνοις ἐν ἀτιμίᾳ καὶ προπηλακισμῷ δεσποτῶν ἀναγκαζομένας ὑπακούειν, τούτους δʼ ὁρῶσαι ἀσύνετον μὲν τὴν φωνήν, θηριώδη δὲ τὸν τρόπον ἔχοντας, τὰ μὲν ζῶντα τῶν τέκνων ἐπένθουν, καὶ καθʼ ἕκαστον τῶν εἰς ταῦτα παρανομημάτων οἱονεὶ νυγμοὺς εἰς τὴν ψυχὴν λαμβάνουσαι περιπαθεῖς ἐγίνοντο καὶ πολλὰ τὴν ἑαυτῶν τύχην κατωδύροντο·
そのため女性たちは、リビアで自分たちを待ち受けているであろう奴隷としての生活を思い描き、また、自分たちが子どもたちとともに、不名誉と侮辱の中で主人たちに従うことを強制されているのを目にし、さらに、その主人たちが理解できない言葉を話し、野獣のような本性を持っているのを見て、生き残っているわが子のために嘆き悲しんだ。 そして、子どもたちに対して行われる無法な仕打ちの一つ一つに対して、いわば魂に突き刺さるような痛みを感じて半狂乱となり、自分たちの運命を大いに嘆き悲しんだ。
τοὺς δὲ πατέρας, ἔτι δὲ ἀδελφούς, οἳ διαγωνιζόμενοι περὶ τῆς πατρίδος ἐτετελευτήκεισαν, ἐμακάριζον, οὐθὲν ἀνάξιον ἑωρακότας τῆς ἰδίας ἀρετῆς.
その一方で、祖国のために戦って命を落とした父親たちや兄弟たちを、自らの徳に背く不名誉なことを何一つ見ずに済んだとして、幸いな者たちであると讃えた。
§13.58.3οἱ δὲ τὴν αἰχμαλωσίαν διαφυγόντες Σελινούντιοι, τὸν ἀριθμὸν ὄντες ἑξακόσιοι πρὸς τοῖς δισχιλίοις, διεσώθησαν εἰς Ἀκράγαντα καὶ πάντων ἔτυχον τῶν φιλανθρώπων·
一方、捕虜となることを免れたセリヌス人たちは、その数は二千六百人であったが、アクラガスに無事逃れ、あらゆる親切なもてなしを受けた。
οἱ γὰρ Ἀκραγαντῖνοι σιτομετρήσαντες αὐτοῖς δημοσίᾳ διέδωκαν κατὰ τὰς οἰκίας, παρακελευσάμενοι τοῖς ἰδιώταις καὶ αὐτοῖς προθύμοις οὖσι χορηγεῖν τὰ πρὸς τὸ ζῆν ἅπαντα.
すなわち、アクラガスの人々は公費で穀物を配給して各家庭に分配し、また個々の市民に対しても、彼ら自身も自発的に望んでいたことではあったが、生活に必要なすべての物資を提供するようにと促したからである。

語釈・文法注

  1. 13.58.1ὧν ἔνιαι θυγατέρας ἐπιγάμους ὁρᾶν ἠναγκάζοντο πασχούσας — 関係代名詞属格 ὧν は前文の αἱ γυναῖκες を先行詞とし、部分を表す ἔνιαι がその主語。ὁρᾶν は ἠναγκάζοντο の補語不定詞。θυγατέρας ἐπιγάμους は ὁρᾶν の意味上の主語(対格)であり、分詞 πασχούσας がこれに係る(「娘たちが被っているのを見る」)。
  2. 13.58.2διόπερ αἱ γυναῖκες ἀναλογιζόμεναι μὲν ... θεωροῦσαι δʼ ... τούτους δʼ ὁρῶσαι ... ἐπένθουν — 主語 αἱ γυναῖκες に対し、3つの分詞句 ἀναλογιζόμεναι μὲν..., θεωροῦσαι δʼ..., τούτους δʼ ὁρῶσαι... が並列され、すべて主動詞 ἐπένθουν に係る。長大な文構造の中で、主語と主動詞がこれら分詞句の挿入によって大きく離れている。
  3. 13.58.3παρακελευσάμενοι τοῖς ἰδιώταις καὶ αὐτοῖς προθύμοις οὖσι χορηγεῖν — παρακελευσάμενοι (与格支配)が τοῖς ἰδιώταις (私人たちに)にかかり、不定詞 χορηγεῖν を伴う。καὶ αὐτοῖς προθύμοις οὖσι は「彼ら自身も自発的であったが」という譲歩または随伴状況を表す与格分詞句で、τοῖς ἰδιώταις に性・数・格が一致している。

この箇所を引用する

シケリアのディオドロス, 歴史叢書 §13.58.1-13.58.3. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:13.58.1-13.58.3

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。