§13.56.1οἱ δὲ Σελινούντιοι τῶν ἱππέων τοὺς κρατίστους ἐπιλέξαντες διὰ νυκτὸς εὐθέως ἀπέστειλαν τοὺς μὲν εἰς Ἀκράγαντα, τοὺς δʼ εἰς Γέλαν καὶ Συρακούσας, δεόμενοι τὴν ταχίστην βοηθεῖν, ὡς οὐ δυναμένης πλείω χρόνον τῆς πόλεως ὑποστῆναι τῶν πολεμίων τὴν δύναμιν.
一方、セリヌス人たちは騎兵の中から最精鋭の者たちを選び出し、夜のうちにすぐさま、ある者をアクラガスへ、別の人々をゲラとシラクサへと派遣し、都市はこれ以上長い間敵の軍勢に耐えることはできないという理由で、可及的速やかに救援に来てくれるよう懇願した。
§13.56.2οἱ μὲν οὖν Ἀκραγαντῖνοι καὶ Γελῷοι περιέμενον τοὺς Συρακοσίους, βουλόμενοι τὴν δύναμιν ἀθρόαν ἄγειν ἐπὶ τοὺς Καρχηδονίους·
そこで、アクラガス人とゲラ人は、軍勢をまとめて一挙にカルタゴ人に対して率いていこうと望み、シラクサ人を待っていた。
οἱ δὲ Συρακόσιοι πυθόμενοι τὰ περὶ τὴν πολιορκίαν, πρὸς μὲν Χαλκιδεῖς πόλεμον ἔχοντες διελύσαντο, τὰς δʼ ἀπὸ τῆς χώρας δυνάμεις ἀθροίζοντες, μεγάλην ποιούμενοι παρασκευὴν ἐχρόνιζον, νομίζοντες ἐκπολιορκηθήσεσθαι τὴν πόλιν, ἀλλʼ οὐκ ἀναρπασθήσεσθαι.
しかしシラクサ人の方は、包囲戦に関する知らせを聞くと、ハルキス人たちと戦っていた戦争を終結させ、地方から軍勢を集めつつ、大々的な準備を進めていたために時間を費やした。 彼らは、都市が長期の包囲によって攻略されはするだろうが、急襲によってやすやすと奪い去られることはないと考えていたからである。
§13.56.3Ἀννίβας δὲ τῆς νυκτὸς διελθούσης ἅμα ἡμέρᾳ πανταχόθεν μὲν προσέβαλε, τὸ δὲ κατὰ τὴν πόλιν πεπτωκὸς μέρος τοῦ τείχους καὶ τὸ συνάπτον τούτῳ κατέβαλε ταῖς μηχαναῖς.
ハンニバルは、夜が明けると日の出とともにあらゆる方向から攻撃を仕掛け、崩壊していた城壁の部分と、それに隣接する箇所を攻城兵器によって打ち倒した。
§13.56.4ἀνακαθάρας δὲ τὸν πεσόντα τόπον τοῦ τείχους, καὶ τοῖς κρατίστοις ἐκ διαδοχῆς ἀγωνιζόμενος, ἐπʼ ὀλίγον ἐξέωσε τοὺς Σελινουντίους· οὐ μήν γε βιάσασθαι δυνατὸν ἦν τοὺς ὑπὲρ τῶν ὅλων διαγωνιζομένους.
そして城壁が崩れた場所を切り開き、最精鋭の兵士たちを交代で戦わせることで、セリヌス人たちをわずかに押し戻したが、自らの全存亡をかけて戦う者たちを力尽くで突破することはどうしてもできなかった。
§13.56.5πολλῶν δʼ ἀναιρουμένων παρʼ ἀμφοτέροις, τοῖς μὲν Καρχηδονίοις νεαλεῖς διεδέχοντο τὴν μάχην, τοῖς δὲ Σελινουντίοις οὐκ ἦν τὸ βοηθῆσον.
両軍で多くの死傷者が出る中、カルタゴ軍側では疲弊していない新たな兵士たちが交代で戦闘に加わったが、セリヌス軍側には増援となるべき勢力が存在しなかった。
τῆς δὲ πολιορκίας ἐφʼ ἡμέρας ἐννέα γενομένης μετὰ φιλοτιμίας ἀνυπερβλήτου, πολλὰ συνέβη τοὺς Καρχηδονίους κακοπαθεῖν καὶ δρᾶσαι δεινά.
この比類なき執念をもって行われた包囲戦が九日間に及ぶと、カルタゴ人は多くの辛苦をなめるとともに、凄惨な行為を働くことにもなった。
§13.56.6κατὰ δὲ τὸ πεπτωκὸς τεῖχος ἀναβάντων τῶν Ἰβήρων, αἱ μὲν ἐπὶ τῶν οἰκιῶν οὖσαι γυναῖκες ἀνεβόησαν, οἱ δὲ Σελινούντιοι νομίζοντες ἁλίσκεσθαι τὴν πόλιν κατεπλάγησαν, καὶ τὰ τείχη λιπόντες κατὰ τὰς εἰσβολὰς τῶν στενωπῶν ἀθρόοι συνίσταντο, καὶ τὰς μὲν ὁδοὺς διοικοδομεῖν ἐνεχείρησαν, τοὺς δὲ πολεμίους ἐπὶ πολὺν χρόνον ἠμύνοντο.
城壁の崩落した箇所からイベリア人たちが登ってくると、家々の屋根の上にいた女性たちが悲鳴を上げ、セリヌス人たちは都市が占領されつつあると考えて恐れおののいた。 そして城壁を放棄し、狭い路地の入り口に一塊となって集まり、通りを塞ごうと試みながら、敵を長い間撃退し続けた。
§13.56.7βιαζομένων δὲ τῶν Καρχηδονίων, τὰ πλήθη τῶν γυναικῶν καὶ παίδων ἔφευγον ἐπὶ τὰς οἰκίας, καὶ τούς τε λίθους καὶ τὰς κεραμίδας ἔβαλλον ἐπὶ τοὺς πολεμίους.
カルタゴ人たちが力尽くで進んでくると、多数の女性や子どもたちは家々へと逃げ込み、石や瓦を敵に向かって投げつけた。
ἐπὶ πολὺν δὲ χρόνον οἱ Καρχηδόνιοι κακῶς ἀπήλλαττον, οὔτε περιστῆναι δυνάμενοι τοὺς ἐν τοῖς στενωποῖς διὰ τοὺς τῶν οἰκιῶν τοίχους, οὔτʼ ἐπʼ ἴσης διαγωνίσασθαι διὰ τοὺς ἀπὸ τῶν στεγῶν βάλλοντας.
長い間、カルタゴ人たちは苦戦を強いられた。 民家の壁に阻まれて狭い路地の中の住民を包囲することもできず、屋根の上から投げつけてくる者たちのために、対等の条件で戦うこともできなかったからである。
§13.56.8οὐ μὴν ἀλλὰ τοῦ κινδύνου μέχρι δείλης παρεκτείνοντος, τοῖς μὲν ἀπὸ τῶν οἰκιῶν ἀγωνιζομένοις ἐνέλιπε τὰ βέλη, τοῖς δὲ Καρχηδονίοις οἱ διαδεχόμενοι τοὺς κακοπαθοῦντας ἀκέραιοι διηγωνίζοντο.
しかしながら、この危機が夕方近くまで長引くと、家々から戦っていた者たちの投射物は底をつき、カルタゴ人の側では、疲弊した者たちに代わって無傷の兵士たちが戦い続けた。
τέλος δὲ τῆς μὲν ἔνδον δυνάμεως ἀφαίρεσιν λαμβανούσης, τῶν δὲ πολεμίων ἀεὶ πλειόνων εἰς τὴν πόλιν ἐμπιπτόντων, ἐξεώσθησαν ἐκ τῶν στενωπῶν οἱ Σελινούντιοι.
最後には、内部の防衛力が衰えを見せる一方で、絶えずより多くの敵が市内に突入してきたため、セリヌス人たちは狭い路地から追い出された。