Humanitext Reader

シケリアのディオドロス · 歴史叢書 §13.54.1-13.54.7

ハンニバルのシケリア上陸とセリヌス包囲の開始

233 / 723 箇所 · ギリシア語

要旨

カルタゴの将軍ハンニバルがイベリアやリビアから大軍を集めてシケリアのリリュバイオンに上陸し、セリヌス人やシラクサ人を欺く工作をしつつ、セリヌスに侵攻して強力な攻城兵器で包囲攻撃を開始する。

§13.54.1τῶν δὲ κατὰ τοῦτον τὸν ἐνιαυτὸν πράξεων τέλος ἐχουσῶν Ἀθήνησι μὲν παρέλαβε τὴν ἀρχὴν Διοκλῆς, ἐν Ῥώμῃ δὲ τὴν ὕπατον εἶχον ἀρχὴν Κόιντος Φάβιος καὶ Γάιος Φούριος.
この年に属する出来事が終わりを迎えると、アテナイではディオクレスが官職に就き、ローマではクィントゥス・ファビウスとガイウス・フリウスが執政官の職を帯びていた。
περὶ δὲ τούτους τοὺς καιροὺς Ἀννίβας ὁ τῶν Καρχηδονίων στρατηγὸς τούς τʼ ἐξ Ἰβηρίας ξενολογηθέντας καὶ τοὺς ἐκ τῆς Λιβύης καταγραφέντας στρατιώτας συνήγαγε, καὶ μακρὰς μὲν ἑξήκοντα ναῦς ἐπλήρωσε, τὰ δὲ φορτηγὰ πλοῖα περὶ χίλια πεντακόσια παρεσκευάσατο.
この時期のころ、カルタゴの将軍ハンニバルは、イベリアから募った傭兵たちとリビアから徴募した兵士たちを集め、六十隻の軍船に乗員を満たし、また貨物船を約千五百隻用意した。
§13.54.2ἐν τούτοις τήν τε δύναμιν διεκόμιζε καὶ τὰ πρὸς τὰς πολιορκίας μηχανήματα καὶ βέλη καὶ τὴν ἄλλην παρασκευὴν ἅπασαν.
これらの船で彼は軍勢や攻城兵器、投射兵器、その他一切の軍備を輸送した。
περαιωθεὶς δὲ μετὰ τοῦ στόλου τὸ Λιβυκὸν πέλαγος, κατέπλευσε τῆς Σικελίας ἐπὶ τὴν ἄκραν τὴν ἀπέναντι τῆς Λιβύης, καλουμένην Λιλύβαιον·
そして艦隊とともにリビア海を渡り、シケリアのリビアに対向する岬、リリュバイオンと呼ばれる場所に到着した。
§13.54.3καθʼ ὃν δὴ χρόνον τῶν Σελινουντίων τινὲς ἱππέων περὶ τοὺς τόπους διατρίβοντες, καὶ τὸ μέγεθος τοῦ καταπλέοντος στόλου θεασάμενοι, ταχέως τοῖς πολίταις τὴν τῶν πολεμίων παρουσίαν ἐδήλωσαν.
まさにその時、セリヌス人の騎兵の幾人かがその地域で哨戒にあたっており、入港してくる艦隊の規模を目撃して、速やかに市民たちに敵の到来を告げた。
καὶ οἱ μὲν Σελινούντιοι τοὺς βιβλιαφόρους παραχρῆμα πρὸς τοὺς Συρακοσίους ἀπέστειλαν, δεόμενοι βοηθεῖν·
セリヌス人たちは直ちに書状の伝達者をシラクサ人のもとへ送り、援軍を求めた。
§13.54.4ὁ δʼ Ἀννίβας ἐκβιβάσας τὴν δύναμιν κατεστρατοπέδευσεν, ἀρξάμενος ἀπὸ τοῦ φρέατος, ὃ κατʼ ἐκείνους μὲν τοὺς καιροὺς ὠνομάζετο Λιλύβαιον, μετὰ δὲ ταῦτα πολλοῖς ἔτεσι πρὸς αὐτῷ κτισθείσης πόλεως αἴτιον ἐγενήθη τῇ πόλει τῆς ἐπωνυμίας.
一方ハンニバルは、軍勢を上陸させて陣を敷いたが、その陣は井戸を起点とするものであった。 その井戸は当時リリュバイオンと呼ばれており、後年その傍らに都市が建設された際に、その都市の名の由来となったものである。
§13.54.5εἶχε δὲ τοὺς σύμπαντας Ἀννίβας, ὡς μὲν Ἔφορος ἀνέγραψε, πεζῶν μυριάδας εἴκοσι, ἱππεῖς δὲ τετρακισχιλίους, ὡς δὲ Τίμαιός φησιν, οὐ πολλῷ πλείους τῶν δέκα μυριάδων.
ハンニバルが擁していた総兵力は、エポロスの記述によれば歩兵二十万、騎兵四千であり、ティマイオスによれば十万をそれほど超えない数であった。
τὰς μὲν οὖν ναῦς ἐν τῷ περὶ Μοτύην κόλπῳ πάσας ἐνεώλκησε, βουλόμενος ἔννοιαν διδόναι τοῖς Συρακοσίοις, ὡς οὐ πάρεστιν ἐκείνοις πολεμήσων οὐδὲ ναυτικῇ δυνάμει παραπλεύσων ἐπὶ Συρακούσας·
そこで彼は船をすべてモテュエ近郊の湾に引き上げたが、これは、自分がシラクサ人と戦うために来たのでもなく、また海軍力をもってシラクサに向けて沿岸を航行するつもりもないという考えを彼らに与えようと望んだからである。
§13.54.6παραλαβὼν δὲ τοὺς παρʼ Αἰγεσταίων στρατιώτας καὶ τοὺς παρὰ τῶν ἄλλων συμμάχων ἀνέζευξεν ἀπὸ τοῦ Λιλυβαίου τὴν πορείαν ποιούμενος ἐπὶ Σελινοῦντος.
そして、アイゲスタ人からの兵士たちと他の同盟者からの兵士たちを引き連れて、リリュバイオンから出発し、セリヌスへと進軍した。
ὡς δʼ ἐπὶ τὸν Μάζαρον ποταμὸν παρεγενήθη, τὸ μὲν παρʼ αὐτὸν ἐμπόριον κείμενον εἷλεν ἐξ ἐφόδου, πρὸς δὲ τὴν πόλιν παραγενηθεὶς εἰς δύο μέρη διεῖλε τὴν δύναμιν·
マザロス川に到着すると、その川沿いにある交易地を急襲して占領し、都市に到達すると軍勢を二つの部分に分けた。
περιστρατοπεδεύσας δʼ αὐτὴν καὶ τὰς μηχανὰς ἐπιστήσας μετὰ πάσης σπουδῆς τὰς προσβολὰς ἐποιεῖτο.
そして都市を包囲して陣を敷き、攻城兵器を配置して、全力を挙げて攻撃を加えた。
§13.54.7ἓξ μὲν γὰρ πύργους ὑπερβάλλοντας τοῖς μεγέθεσιν ἐπέστησε, τοὺς ἴσους δὲ κριοὺς κατασεσιδηρωμένους προσήρεισε τοῖς τείχεσι·
というのも、彼はその大きさが際立って巨大な六基の攻城塔を配置し、それと同数の、鉄で補強された破城槌を城壁に押し当てたからである。
χωρὶς δὲ τούτων τοῖς τοξόταις καὶ σφενδονήταις πολλοῖς χρώμενος ἀνέστελλε τοὺς ἐπὶ τῶν ἐπάλξεων μαχομένους.
これらとは別に、多数の弓兵や投石兵を用いて、胸壁の上で戦う者たちを退却させた。

語釈・文法注

  1. §13.54.1τῶν δὲ κατὰ τοῦτον τὸν ἐνιαυτὸν πράξεων τέλος ἐχουσῶν — 独立属格(genitive absolute)構文であり、時間的な背景(「この年に属する出来事が終わりを迎えたとき」)を表す。主節の主語とは異なる名詞(πράξεων)が主語の役割を果たす。
  2. §13.54.4ἀρξάμενος ἀπὸ τοῦ φρέατος — 分詞 ἀρξάμενος は主節の主語(ὁ δʼ Ἀννίβας)に一致する主格の分詞で、「〜を起点として、〜から始めて」という副詞的な意味を表す。ここでは、ハンニバルが陣営をその井戸から始めて配置したことを示す。
  3. §13.54.5ὡς οὐ πάρεστιν ἐκείνοις πολεμήσων οὐδὲ ναυτικῇ δυνάμει παραπλεύσων — 接続詞 ὡς と未来分詞(πολεμήσων, παραπλεύσων)の組み合わせは、行為者(ハンニバル)の主観的な意図や、相手に与えようとした「見せかけ・印象」を表す(「〜するつもりはないという印象をシラクサ人に与えようと望んで」)。

この箇所を引用する

シケリアのディオドロス, 歴史叢書 §13.54.1-13.54.7. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:13.54.1-13.54.7

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。