Humanitext Reader

シケリアのディオドロス · 歴史叢書 §13.50.1-13.50.7

キュジコスの海戦におけるアテナイの勝利

229 / 723 箇所 · ギリシア語

要旨

アテナイ艦隊は戦力を三分する策を用いてスパルタ艦隊を誘い出し、退路を断って勝利を収める。陸上での激戦において、トラシュブロスとテラメネスは陸上部隊との合流を図る。

§13.50.1αὐτοὶ δʼ εἰς τρία μέρη διείλαντο τὸ ναυτικόν, καὶ τοῦ μὲν ἦρχεν Ἀλκιβιάδης, τοῦ δὲ Θηραμένης, τοῦ δὲ τρίτου Θρασύβουλος.
彼らは海軍を三つの部分に分割し、その一つをアルキビアデスが、もう一つをテラメネスが、そして第三のものをトラシュブロスが指揮した。
Ἀλκιβιάδης μὲν οὖν μετὰ τοῦ καθʼ αὑτὸν μέρους πολὺ προέπλευσε τῶν ἄλλων, βουλόμενος προκαλέσασθαι τοὺς Λακεδαιμονίους εἰς ναυμαχίαν·
アルキビアデスは、スパルタ人を海戦へと誘い出すことを望み、自身の部隊とともに他の者たちよりもはるか前方に航行した。
Θηραμένης δὲ καὶ Θρασύβουλος ἐφιλοτέχνουν εἰς τὸ κυκλώσασθαι καὶ τῆς εἰς τὴν πόλιν ἐπανόδου τοὺς ἐκπλεύσαντας εἶρξαι.
一方、テラメネスとトラシュブロスは、敵を包囲し、出航した者たちが都市へ帰還するのを阻止しようと術策を用いた。
§13.50.2Μίνδαρος δὲ τὰς μὲν Ἀλκιβιάδου ναῦς εἴκοσι μόνας ὁρῶν προσφερομένας, τὰς δʼ ἄλλας ἀγνοῶν, κατεφρόνησε, καὶ ναυσὶν ὀγδοήκοντα θρασέως ἐκ τῆς πόλεως τὸν ἐπίπλουν ἐποιήσατο.
ミンダロスは、近づいてくるアルキビアデスの船がわずか二十隻であるのを見て、他の船に気づかずにこれを侮り、八十隻の船をもって大胆にも都市から出撃した。
ὡς δὲ πλησίον ἐγένετο τῶν περὶ τὸν Ἀλκιβιάδην, οἱ μὲν Ἀθηναῖοι, καθάπερ ἦν αὐτοῖς παρηγγελμένον, προσεποιοῦντο φεύγειν, οἱ δὲ Πελοποννήσιοι περιχαρεῖς ὄντες ἠκολούθουν κατὰ σπουδὴν ὡς νικῶντες.
彼がアルキビアデスの一行に近づくと、アテナイ人は指示されていた通りに退却するふりをし、ペロポネソス人は大喜びしながら、あたかもすでに勝利したかのように急いで追跡した。
§13.50.3ὁ δὲ Ἀλκιβιάδης ἐπειδὴ τῆς πόλεως αὐτοὺς ἀπέσπασε πορρωτέρω, τὸ σύσσημον ἦρεν·
アルキビアデスは、彼らを都市から十分に引き離したとき、合図を掲げた。
οὗ γενηθέντος αἱ μετʼ Ἀλκιβιάδου τριήρεις ἐξαίφνης πρὸς ἕνα καιρὸν ἐπέστρεψαν ἀντίπρῳροι τοῖς πολεμίοις, Θηραμένης δὲ καὶ Θρασύβουλος ἔπλεον ἐπὶ τὴν πόλιν καὶ τὸν ἀπόπλουν τῶν Λακεδαιμονίων ὑπετέμοντο.
これがなされると、アルキビアデスとともにいた三段櫂船は突如一斉に反転して敵に船首を向け、テラメネスとトラシュブロスは都市へと航行してラケダイモン人の退路を断った。
§13.50.4οἱ δὲ μετὰ τοῦ Μινδάρου καθορῶντες ἤδη τὸ πλῆθος τῶν πολεμίων νεῶν, καὶ μαθόντες ἑαυτοὺς κατεστρατηγημένους, περίφοβοι καθειστήκεισαν.
ミンダロスとともにいた者たちは、すでに敵の船の多さを目撃し、自分たちが計略に嵌められたことを知って、恐怖に陥った。
τέλος δὲ τῶν Ἀθηναίων πανταχόθεν ἐπιφαινομένων καὶ τῆς εἰς τὴν πόλιν ἐφόδου τοὺς Πελοποννησίους ἀποκλεισάντων, ὁ Μίνδαρος ἠναγκάσθη καταφυγεῖν τῆς χώρας πρὸς τοὺς καλουμένους Κλήρους, ὅπου καὶ Φαρνάβαζος εἶχε τὴν δύναμιν.
ついに、アテナイ人があらゆる方向から現れてペロポネソス人の都市への退路を遮断したため、ミンダロスは、その地の「クレーロイ」と呼ばれる場所へと逃げ込まざるを得なくなった。 そこにはファルナバゾスも軍勢を擁していた。
§13.50.5Ἀλκιβιάδης δὲ κατὰ σπουδὴν διώκων ἃς μὲν κατέδυεν, ἃς δὲ κατατιτρώσκων ὑποχειρίους ἐλάμβανε, τὰς δὲ πλείστας πρὸς αὐτῇ τῇ γῇ καθωρμισμένας καταλαβὼν ἐπέβαλλε σιδηρᾶς χεῖρας, καὶ ταύταις ἀποσπᾶν ἀπὸ τῆς γῆς ἐπειρᾶτο.
アルキビアデスは急いで追撃し、ある船は沈め、ある船は損傷させて拿捕し、大部分の船が陸のすぐ近くに錨を下ろしているのを見つけると、鉄の鉤を投げかけて、それらを陸から引き離そうと試みた。
§13.50.6παραβοηθούντων δὲ τῶν πεζῶν ἀπὸ τῆς γῆς τοῖς Πελοποννησίοις πολὺς ἐγένετο φόνος, ὡς ἂν τῶν μὲν Ἀθηναίων διὰ τὸ προτέρημα θρασύτερον ἢ συμφορώτερον ἀγωνιζομένων, τῶν δὲ Πελοποννησίων πολὺ τοῖς πλήθεσιν ὑπεραγόντων·
歩兵が陸からペロポネソス人を救援したため、夥しい死傷者が出た。 アテナイ人は優勢のために、有益である以上に大胆に戦い、ペロポネソス人は数において遥かに勝っていたからである。
καὶ γὰρ τὸ τοῦ Φαρναβάζου στρατόπεδον παρεβοήθει τοῖς Λακεδαιμονίοις, καὶ τὴν μάχην ἐκ τῆς γῆς ποιούμενον τὴν στάσιν εἶχεν ἀσφαλεστέραν.
ファルナバゾスの軍勢もラケダイモン人を救援しており、陸から戦闘を行っていたため、より安全な陣地を確保していた。
§13.50.7Θρασύβουλος δὲ θεωρῶν τοὺς πεζοὺς τοῖς πολεμίοις βοηθοῦντας, καὶ τοὺς λοιποὺς τῶν ἐπιβατῶν ἀπεβίβασεν εἰς τὴν γῆν, σπεύδων βοηθῆσαι τοῖς περὶ τὸν Ἀλκιβιάδην·
トラシュブロスは、歩兵が敵を救援しているのを見て、アルキビアデスの一行を急ぎ援護するために、残りの海兵を陸に上陸させた。
τῷ δὲ Θηραμένει παρεκελεύσατο τοῖς περὶ Χαιρέαν πεζοῖς συνάψαντα τὴν ταχίστην ἥκειν, ὅπως πεζῇ διαγωνίσωνται.
そして、テラメネスに対しては、カイレアスの率いる歩兵部隊と合流して大至急来るよう命じた。 陸上で決戦を交えるためであった。

語釈・文法注

  1. 13.50.1εἶρξαι — 不定詞 `εἶρξαι`(εἴργω「妨げる、遮断する」)は、分離・阻止の意味を表す動詞として奪格的属格(分離の属格)である `τῆς εἰς τὴν πόλιν ἐπανόδου` を支配している。「(出航した者たちが)都市へ帰還することを阻止する」の意。
  2. 13.50.6θρασύτερον ἢ συμφορώτερον — 2つの比較級が `ἤ` で結ばれる古典ギリシア語の慣用表現。「B(有益であること)の程度以上にA(勇敢であること)」、すなわち「有益である以上に(顧みないほど)無謀に勇敢に」という意味を表す。
  3. 13.50.7συνάψαντα — 文脈上、与格の目的語である `τῷ δὲ Θηραμένει` に一致するはずの分詞だが、後続の不定詞 `ἥκειν` の意味上の主語として対格 `συνάψαντα` となっている。与格から対格不定詞構文の主格(対格)への格の転移が生じている。

この箇所を引用する

シケリアのディオドロス, 歴史叢書 §13.50.1-13.50.7. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:13.50.1-13.50.7

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。