Humanitext Reader

シケリアのディオドロス · 歴史叢書 §13.49.1-13.49.6

ピュドナ包囲とヘレスポントスでの艦隊集結

228 / 723 箇所 · ギリシア語

要旨

マケドニア王アルケラオスによるピュドナの征服と移転、およびアテナイとスパルタの両艦隊がヘルレスポントス海峡周辺で集結し、キュジコスでの決戦に備える動きが描かれる。

§13.49.1Ἀρχέλαος δʼ ὁ τῶν Μακεδόνων βασιλεύς, τῶν Πυδναίων ἀπειθούντων, πολλῇ δυνάμει τὴν πόλιν περιεστρατοπέδευσεν.
マケドニア人の王アルケラオスは、ピュドナ人が従わなかったため、大軍をもってその都市を包囲した。
παρεβοήθησε δʼ αὐτῷ καὶ Θηραμένης ἔχων στόλον· ὃς χρονιζούσης τῆς πολιορκίας ἀπέπλευσεν εἰς Θρᾴκην πρὸς Θρασύβουλον τὸν ἀφηγούμενον τοῦ στόλου παντός.
テラメネスも艦隊を率いて彼を救援したが、彼は包囲戦が長引いたため、艦隊全体の指揮を執るトラシュブロスのもとへとトラキアに向けて出航した。
§13.49.2ὁ μὲν οὖν Ἀρχέλαος φιλοτιμότερον πολιορκήσας τὴν Πύδναν καὶ κρατήσας μετῴκισεν αὐτὴν ἀπὸ θαλάττης ὡς εἴκοσι στάδια.
さて、アルケラオスはピュドナを精力的に包囲してこれを征服し、海から約二十スタディオン(内陸に)移転させた。
ὁ δὲ Μίνδαρος, ἤδη τοῦ χειμῶνος λήγοντος, συνήγαγε τὰς πανταχόθεν τριήρεις·
一方ミンダロスは、すでに冬が終わりに近づいたころ、各地から三段櫂船を集結させた。
ἔκ τε γὰρ τῆς Πελοποννήσου πολλαὶ παρεγενήθησαν καὶ παρὰ τῶν ἄλλων συμμάχων ὁμοίως.
ペロポネソスからも多くの船が到着し、他の同盟国からも同様であった。
οἱ δʼ ἐν Σηστῷ τῶν Ἀθηναίων στρατηγοί, πυνθανόμενοι τὸ μέγεθος τοῦ συναγομένου τοῖς πολεμίοις στόλου, περιδεεῖς ἦσαν, μήποτε πάσαις ταῖς τριήρεσιν ἐπιπλεύσαντες οἱ πολέμιοι κυριεύσωσι τῶν νεῶν.
セストスにいたアテナイの将軍たちは、敵のために集結しつつある艦隊の規模を知り、敵がすべての三段櫂船で襲来して自軍の船を奪いはしないかと非常に恐れた。
§13.49.3ὅθεν αὐτοὶ μὲν καθελκύσαντες τὰς οὔσας ἐν Σηστῷ ναῦς περιέπλευσαν τὴν Χερρόνησον καὶ καθωρμίσθησαν εἰς Καρδίαν·
そのため、彼ら自身はセストスにある船を進水させてケルソネソスを周航し、カルディアに錨を下ろした。
εἰς δὲ Θρᾴκην πρὸς Θρασύβουλον καὶ Θηραμένην ἔπεμψαν τριήρεις, παρακαλοῦντες μετὰ τοῦ στόλου τὴν ταχίστην ἥκειν·
そしてトラキアのトラシュブロスとテラメネスのもとへ三段櫂船を派遣し、艦隊を率いて大至急来るようにと要請した。
μετεπέμψαντο δὲ καὶ τὸν Ἀλκιβιάδην ἐκ Λέσβου μεθʼ ὧν εἶχε νεῶν, καὶ συνήχθη πᾶς ὁ στόλος εἰς ἕνα τόπον, σπευδόντων τῶν στρατηγῶν περὶ τῶν ὅλων διακινδυνεῦσαι.
また、アルキビアデスをも、彼が擁していた船とともにレスボスから呼び寄せ、将軍たちが全権をかけた決戦を急いだため、艦隊全体が一つの場所に集結した。
§13.49.4Μίνδαρος δʼ ὁ τῶν Λακεδαιμονίων ναύαρχος πλεύσας εἰς Κύζικον πᾶσαν τὴν δύναμιν ἐξεβίβασε καὶ τὴν πόλιν περιεστρατοπέδευσεν.
ラケダイモン人の海軍指揮官ミンダロスは、キュジコスへ航海して全軍を上陸させ、その都市を包囲した。
παρεγενήθη δὲ καὶ Φαρνάβαζος μετὰ πολλῆς στρατιᾶς, μεθʼ οὗ πολιορκήσας Μίνδαρος εἷλε τὴν Κύζικον κατὰ κράτος.
ファルナバゾスも大軍を率いて到着し、ミンダロスは彼とともに包囲して、力ずくでキュジコスを占領した。
§13.49.5οἱ δὲ τῶν Ἀθηναίων στρατηγοὶ κρίναντες ἐπὶ Κύζικον πλεῖν, ἀνήχθησαν μετὰ πασῶν τῶν νεῶν καὶ τὴν Χερρόνησον περιέπλεον.
アテナイの将軍たちはキュジコスへ航海することを決定し、すべての船とともに出航してケルソネソスを周航した。
καὶ πρῶτον μὲν εἰς Ἐλεοῦντα παρεγένοντο·
そして最初に彼らはエレウスに到着した。
μετὰ δὲ ταῦτα ἐφιλοτιμήθησαν νυκτὸς τὴν τῶν Ἀβυδηνῶν πόλιν παραπλεῦσαι πρὸς τὸ μὴ κατανοηθῆναι τὸ πλῆθος τῶν νεῶν ὑπὸ τῶν πολεμίων.
その後、船の多さを敵に察知されないよう、夜間にアビュドスの町を航行しようと努めた。
§13.49.6ἐπεὶ δʼ ἦλθον εἰς Προικόννησον, τὴν μὲν νύκτα κατηυλίσθησαν ἐν ταύτῃ, τῇ δʼ ὑστεραίᾳ τοὺς μὲν ἐπιβεβηκότας στρατιώτας διεβίβασαν εἰς τὴν τῶν Κυζικηνῶν χώραν, καὶ τῷ στρατηγοῦντι τούτων Χαιρέᾳ προσέταξαν ἄγειν τὸ στρατόπεδον ἐπὶ τὴν πόλιν.
彼らがプロイコンネソスに到着すると、その夜はそこで宿営し、翌日には乗船していた兵士たちをキュジコス人の領土に上陸させ、彼らの指揮官であるカイレアスに、軍勢を都市に向かって進めるよう命じた。

語釈・文法注

  1. §13.49.1ὃς — 関係代名詞の継続用法(指示代名詞のように機能する)であり、前文の主格補語でもあるテラメネス(Θηραμένης)を先行詞とし、この従属節全体の主語となっている。
  2. §13.49.2περιδεεῖς ἦσαν, μήποτε... κυριεύσωσι — 恐れを表す形容詞 `περιδεεῖς` (「非常に恐れて」)に伴い、懸念の内容を表す `μή`(`μήποτε`)節が接続法 `κυριεύσωσι` を伴って導かれている。
  3. §13.49.3περὶ τῶν ὅλων — 「全体(=勝敗、運命)を賭けて」を意味する慣用表現。不定詞 `διακινδυνεῦσαι`(決戦を行う、危険を冒す)の目的や範囲を限定している。
  4. §13.49.5πρὸς τὸ μὴ κατανοηθῆναι — 目的を表す前置詞 `πρὸς` に、否定の `μή` を伴った冠詞付き不定詞の受動態(`κατανοηθῆναι`)が結合した形。「気づかれないようにするために」の意。

この箇所を引用する

シケリアのディオドロス, 歴史叢書 §13.49.1-13.49.6. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:13.49.1-13.49.6

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。