Humanitext Reader

シケリアのディオドロス · 歴史叢書 §13.47.1-13.47.8

エウリポス海峡の埋め立てとテラメネスの遠征

226 / 723 箇所 · ギリシア語

要旨

アテナイ人は海戦後に戦勝記念碑を建て、ミンダロスはアビュドスで船を修理して同盟都市の包囲を計画する。一方、カルキス人とボイオティア人は共同でエウリポス海峡を埋め立て、テラメネスはこれを阻止しようとするが断念し、諸島で資金集めを行う。

§13.47.1τῆς δὲ ναυμαχίας τοιοῦτον τὸ τέλος λαβούσης Ἀθηναῖοι τότε μὲν εἰς Σηστὸν ἀπέπλευσαν ἤδη νυκτὸς οὔσης, ἅμα δʼ ἡμέρᾳ τά τε ναυάγια συνήγαγον καὶ πρὸς τῷ προτέρῳ τροπαίῳ πάλιν ἕτερον ἔστησαν.
海戦がこのような結末を迎えると、アテナイ人はその時は、すでに夜になっていたためセストスへと退却したが、夜が明けると同時に難破船を回収し、先の戦勝記念碑の傍らに、再びもう一つの記念碑を建てた。
§13.47.2Μίνδαρος δὲ νυκτὸς περὶ πρώτην φυλακὴν εἰς Ἄβυδον ἀναχθεὶς τάς τε πεπονηκυίας ναῦς ἐπεσκεύαζε καὶ πρὸς Λακεδαιμονίους διεπέμψατο περὶ βοηθείας πεζῆς τε καὶ ναυτικῆς·
ミンダロスは、夜の第一衛兵交代の頃にアビュドスへ出航すると、損傷した船を修理し、ラケダイモン人たちに使者を送って陸上および海上からの支援を要請した。
διενοεῖτο γὰρ ἐν ὅσῳ τὰ κατὰ τὸν στόλον ἕτοιμα ἐγίνετο, πεζῇ μετὰ Φαρναβάζου τὰς συμμαχούσας κατὰ τὴν Ἀσίαν πόλεις Ἀθηναίοις πολιορκήσειν.
というのも、艦隊に関する準備が整うまでの間、ファルナバゾスとともに陸路から、アジアにおいてアテナイと同盟関係にある諸都市を包囲攻撃することを企てていたからである。
§13.47.3Χαλκιδεῖς δὲ καὶ σχεδὸν οἱ λοιποὶ πάντες οἱ τὴν Εὔβοιαν κατοικοῦντες ἀφεστηκότες ἦσαν Ἀθηναίων, καὶ διὰ τοῦτο περιδεεῖς ἐγίνοντο, μήποτε νῆσον οἰκοῦντες ἐκπολιορκηθῶσιν ὑπʼ Ἀθηναίων θαλασσοκρατούντων·
カルキス人と、エウボイアに住む他のほぼすべての住民は、アテナイ人から離反していたため、島に住む自分たちが、海を支配するアテナイ人によって包囲され征服されるのではないかと非常に恐れるようになった。
ἠξίουν οὖν Βοιωτοὺς κοινῇ χῶσαι τὸν Εὔριπον, ὥστε συνάψαι τὴν Εὔβοιαν τῇ Βοιωτίᾳ.
それゆえ、エウボイアをボイオティアと連結させるために、ボイオティア人に対して共同でエウリポス海峡を土砂で埋めることを求めた。
§13.47.4συγκαταθεμένων δὲ τῶν Βοιωτῶν διὰ τὸ κἀκείνοις συμφέρειν τὴν Εὔβοιαν εἶναι τοῖς μὲν ἄλλοις νῆσον, ἑαυτοῖς δʼ ἤπειρον·
ボイオティア人がこれに同意したのは、彼らにとっても、エウボイアが他の人々にとっては島でありながら、自分たちにとっては大陸となることが好都合だったからである。
διόπερ αἱ πόλεις ἅπασαι πρὸς τὴν διάχωσιν ἐπερρώσθησαν καὶ πρὸς ἀλλήλας ἡμιλλῶντο·
それゆえ、すべての都市がこの埋め立て作業に熱を上げ、互いに競い合った。
οὐ γὰρ μόνον τοῖς πολίταις ἐξιέναι πανδημεὶ προσέταξαν, ἀλλὰ καὶ τοῖς παροικοῦσι ξένοις, ὥστε διὰ τὸ πλῆθος τῶν τοῖς ἔργοις προσιόντων τὴν πρόθεσιν ταχέως λαβεῖν συντέλειαν.
なぜなら、市民たちに全員総出で出動することを命じただけでなく、近隣に住む在留外国人にも命じたため、作業に従事する人々の数が非常に多くなり、その計画は速やかに完成に至ったからである。
§13.47.5τῆς μὲν οὖν Εὐβοίας κατεσκευάσθη τὸ χῶμα κατὰ τὴν Χαλκίδα, τῆς δὲ Βοιωτίας πλησίον Αὐλίδος·
こうして、埋め立ての土手は、エウボイア側ではカルキスのところに、ボイオティア側ではアウリスの近くに建設された。
ἐνταῦθα γὰρ ὁ μεταξὺ τόπος ἦν στενώτατος.
というのも、そこが両者の間の最も狭い場所だったからである。
συνέβαινε μὲν οὖν καὶ πρότερον ἀεὶ κατʼ ἐκεῖνον τὸν τόπον εἶναι ῥοῦν καὶ πυκνὰς ποιεῖσθαι τροπὰς τὴν θάλατταν, τότε δὲ πολὺ μᾶλλον ἦν ἐπιτείνοντα τὰ κατὰ τὸν ῥοῦν, ὡς ἂν εἰς στενὸν ἄγαν συγκεκλεισμένης τῆς θαλάττης·
かつても、その場所では常に強い潮流があり、海が頻繁に流れの反転を起こすのが常であったが、その時は、海が非常に狭い場所に閉じ込められたため、潮流の勢いははるかに激しくなった。
ὁ γὰρ διέκπλους ἀπελείφθη μιᾷ νηί.
なぜなら、船が通過できる水路は1隻分しか残されなかったからである。
ᾠκοδόμησαν δὲ καὶ πύργους ὑψηλοὺς ἐπʼ ἀμφοτέρων τῶν ἄκρων, καὶ ξυλίνας τοῖς διάρροις ἐπέστησαν γεφύρας.
彼らはまた、両端に高い塔を建設し、水路の上に木造の橋を架けた。
§13.47.6Θηραμένης δʼ ὑπʼ Ἀθηναίων ἀποσταλεὶς μετὰ νεῶν τριάκοντα τὸ μὲν πρῶτον ἐπεχείρησε κωλύειν τοὺς ἐπὶ τῶν ἔργων, πολλοῦ δὲ πλήθους στρατιωτῶν συμπαρόντος τοῖς κατασκευάζουσι τὰ χώματα ταύτης μὲν τῆς ἐπιβολῆς ἀπέστη, τὸν δὲ πλοῦν ἐπὶ τῶν νήσων ἐποιήσατο.
一方、テラメネスはアテナイ人によって30隻の船とともに派遣され、最初は作業に当たっている人々を妨害しようと試みたが、土手を建設している者たちに多くの兵士たちが付き添っていたため、この試みを断念し、諸島へと航海を向けた。
§13.47.7βουλόμενος δὲ τούς τε πολίτας καὶ συμμάχους ἀναπαῦσαι τῶν εἰσφορῶν, τήν τε τῶν πολεμίων χώραν ἐπόρθησε καὶ πολλὰς ὠφελείας ἤθροισεν.
彼は、市民や同盟国を重税から免れさせたいと望み、敵の領土を略奪して多くの略奪品を集めた。
ἐπῄει δὲ καὶ τὰς συμμαχίδας πόλεις, καὶ τοὺς ἐν αὐταῖς νεωτερίζοντας εἰσεπράττετο χρήματα.
また、同盟都市をも巡り、それらの都市で謀反を企てていた者たちから資金を徴収した。
§13.47.8καταπλεύσας δʼ εἰς Πάρον καὶ καταλαβὼν ὀλιγαρχίαν ἐν τῇ πόλει, τῷ μὲν δήμῳ τὴν ἐλευθερίαν ἀποκατέστησε, παρὰ δὲ τῶν ἁψαμένων τῆς ὀλιγαρχίας χρημάτων πλῆθος εἰσεπράξατο.
パロス島に寄港し、その市内に寡頭制が敷かれているのを見出すと、民衆に自由を取り戻し、寡頭制に関与した者たちからは多額の資金を徴収した。

語釈・文法注

  1. §13.47.3μήποτε νῆσον οἰκοῦντες ἐκπολιορκηθῶσιν — 懸念を示す動詞 `περιδεεῖς ἐγίνοντο`(彼らは恐れるようになった)に導かれる `μή` 節(`μήποτε ... ἐκπολιορκηθῶσιν`)。接続法が用いられており、「〜しはしないかという恐れ」を表す。また、`οἰκοῦντες` は理由(島に住んでいるがために)を表す分詞として機能している。
  2. §13.47.4διὰ τὸ κἀκείνοις συμφέρειν τὴν Εὔβοιαν εἶναι τοῖς μὲν ἄλλοις νῆσον, ἑαυτοῖς δʼ ἤπειρον — 前置詞 `διὰ` に名詞化された不定詞 `τὸ ... συμφέρειν`(利益になること)が続く構造。この不定詞の意味上の主語は `τὴν Εὔβοιαν εἶναι ...` という対格+不定詞句全体であり、「エウボイアが他者にとっては島でありながら、自分たちにとっては大陸であることが、彼ら(ボイオティア人:`κἀκείνοις`)にとっても利益になる」という理由を示す。
  3. §13.47.5ὡς ἂν εἰς στενὸν ἄγαν συγκεκλεισμένης τῆς θαλάττης — 接続詞 `ὡς ἂν`(〜であるかのように、〜であるため)を伴う独立属格(`συγκεκλεισμένης τῆς θαλάττης`)。話者の主観的な理由や、実際の上記の状況に基づく解釈を表現している。
  4. §13.47.7τοὺς ἐν αὐταῖς νεωτερίζοντας εἰσεπράττετο χρήματα — 動詞 `εἰσπράττω`(徴収する、取り立てる)は、行為の対象となる人(対格 `τοὺς ... νεωτερίζοντας`)と、徴収する物(対格 `χρήματα`)の二つの対格を同時に取る二重対格構文を形成している。

この箇所を引用する

シケリアのディオドロス, 歴史叢書 §13.47.1-13.47.8. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:13.47.1-13.47.8

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。