§13.45.1κατὰ δὲ τὴν Ἑλλάδα Δωριεὺς ὁ Ῥόδιος, ναύαρχος ὢν τῶν ἐξ Ἰταλίας τριήρων, ἐπειδὴ κατέστησε τὴν ἐν Ῥόδῳ ταραχήν, ἐξέπλευσεν ἐφʼ Ἑλλήσποντον, σπεύδων συμμῖξαι τῷ Μινδάρῳ·
ギリシアにおいては、イタリアからの三段櫂船の提督であったロドス人のドリエウスが、ロドスでの騒乱を鎮めたのち、ミンダロスと合流することを急いでヘレスポントスに向けて出航した。
οὗτος γὰρ ἐν Ἀβύδῳ διατρίβων συνῆγε πανταχόθεν τὰς συμμαχούσας ναῦς τοῖς Πελοποννησίοις.
というのも、ミンダロスはアビュドスに滞在し、ペロポネソス人に同盟する船を四方から集めていたからである。
§13.45.2ἤδη δὲ τοῦ Δωριέως ὄντος περὶ τὸ Σίγειον τῆς Τρῳάδος, οἱ περὶ Σηστὸν ὄντες Ἀθηναῖοι πυθόμενοι τὸν παράπλουν ἀνήχθησαν ἐπʼ αὐτοὺς πάσαις ταῖς ναυσίν, οὔσαις ἑβδομήκοντα καὶ τέσσαρσιν.
ドリエウスがすでにトロアスのシゲイオン付近にいたとき、セストス付近にいたアテナイ人は、彼の航行を知ると、所有していたすべての船、すなわち七十四隻をもって彼らに向けて出航した。
§13.45.3ὁ δὲ Δωριεὺς μέχρι μέν τινος ἀγνοήσας τὸ γινόμενον ἔπλει μετέωρος· κατανοήσας δὲ τὸ μέγεθος τοῦ στόλου κατεπλάγη, καὶ σωτηρίαν ἄλλην οὐδεμίαν ὁρῶν κατέφυγεν εἰς Δάρδανον.
ドリエウスはしばらくの間、何が起きているかを知らずに沖合を航行していたが、艦隊の規模を認めると驚愕し、他に救かる道はないと見てダルダノスに逃げ込んだ。
§13.45.4ἐκβιβάσας δὲ τοὺς στρατιώτας καὶ τοὺς φρουροῦντας τὴν πόλιν προσλαβόμενος, βέλη τε παμπληθῆ ταχέως παρεκόμισε καὶ τῶν στρατιωτῶν οὓς μὲν ἐπὶ τὰς πρῴρας ἐπέστησεν, οὓς δʼ ἐπὶ τῆς γῆς εὐκαίρως ἔταξεν.
彼は兵士たちを上陸させ、その都市を守備していた者たちも味方に加えると、素早くおびただしい数の投射兵器を運び込み、兵士たちのうちある者たちを船首に配置し、他の者たちを陸上の好都合な場所に配置した。
§13.45.5οἱ δʼ Ἀθηναῖοι κατὰ πολλὴν σπουδὴν καταπλεύσαντες ἐνεχείρησαν ἀποσπᾶν τὰς ναῦς, καὶ πανταχόθεν τῷ πλήθει περιχυθέντες κατεπόνουν τοὺς ἐναντίους.
アテナイ人は大急ぎで入港すると、船を引き離そうと試み、多勢で四方から包囲して敵を苦しめた。
§13.45.6ἃ δὴ πυθόμενος Μίνδαρος ὁ τῶν Πελοποννησίων ναύαρχος, εὐθέως ἐξ Ἀβύδου μετὰ παντὸς ἀνήχθη τοῦ στόλου, καὶ κατέπλει πρὸς τὸ Δαρδάνειον μετὰ νεῶν τεσσάρων πρὸς ταῖς ὀγδοήκοντα, βοηθήσων τοῖς μετὰ τοῦ Δωριέως·
これを知ったペロポネソス人の提督ミンダロスは、直ちにアビュドスから全艦隊を率いて出航し、ドリエウスの部下たちを援助するために、八十四隻の船とともにダルダネイオヌムへと向かった。
συμπαρῆν δὲ καὶ τὸ πεζὸν στράτευμα τοῦ Φαρναβάζου, βοηθοῦν τοῖς Λακεδαιμονίοις.
また、ファルナバゾスの陸上部隊もラケダイモン人を援助するために同行していた。
§13.45.7ὡς δʼ ἐγγὺς ἀλλήλων ἐγενήθησαν οἱ στόλοι, διέταξαν ἀμφότεροι τὰς τριήρεις εἰς ναυμαχίαν·
艦隊が互いに接近すると、双方は三段櫂船を海戦のために整列させた。
καὶ Μίνδαρος μὲν ἔχων ἑπτὰ πρὸς ταῖς ἐνενήκοντα ναυσὶν ἐπὶ μὲν τὸ λαιὸν κέρας ἔταξε Συρακοσίους, τοῦ δεξιοῦ δʼ αὐτὸς εἶχε τὴν ἡγεμονίαν·
ミンダロスは九十七隻の船を擁し、左翼にはシラクサ人を配置し、右翼は自ら指揮をとった。
τῶν δʼ Ἀθηναίων τοῦ μὲν δεξιοῦ μέρους Θρασύβουλος ἡγεῖτο, τοῦ δʼ ἑτέρου Θράσυλλος.
アテナイ人のうちでは、右翼をトラシュブロスが率い、もう一方をトラシュロスが率いた。
§13.45.8τοῦτον δὲ τὸν τρόπον αὐτῶν ἐξηρτυμένων, οἱ μὲν ἡγεμόνες αὐτῶν ἦραν τὸ σύσσημον τῆς μάχης, οἱ σαλπικταὶ δὲ ἀφʼ ἑνὸς παραγγέλματος ἤρξαντο σημαίνειν τὸ πολεμικόν·
彼らがこのように陣を整えると、彼らの指揮官たちは戦闘の合図を掲げ、ラッパ手たちは一斉の合図から突撃ラッパを吹き鳴らし始めた。
καὶ τῶν μὲν ἐρετῶν οὐθὲν ἐλλειπόντων προθυμίας, τῶν δὲ κυβερνητῶν ἐντέχνως τοῖς οἴαξι χρωμένων, καταπληκτικὸν συνέβαινε γίνεσθαι τὸν ἀγῶνα.
漕ぎ手たちは熱意に全く欠けることなく、操舵手たちは舵を巧みに操ったので、戦いは凄まじいものとなった。
§13.45.9ὁπότε γὰρ αἱ τριήρεις εἰς ἐμβολὴν ἐπιφέροιντο, τηνικαῦτα οἱ κυβερνῆται πρὸς αὐτὴν τὴν τοῦ καιροῦ ῥοπὴν ἐπέστρεφον τὰς ναῦς πραγματικῶς, ὥστε τὰς πληγὰς γίνεσθαι κατʼ ἐμβολήν.
というのも、三段櫂船が衝突を試みて進むたびに、その都度、操舵手たちはまさに決定的な瞬間の勢いに合わせて巧みに船を転回させ、衝角による確実な一撃が加わるようにしたからである。
§13.45.10οἱ μὲν οὖν ἐπιβάται θεωροῦντες πλαγίας τὰς ἑαυτῶν ναῦς συνεπιφερομένας ταῖς τῶν πολεμίων τριήρεσι, περιδεεῖς ἐγίνοντο, περὶ σφῶν ἀγωνιῶντες·
それゆえ、乗船している兵士たちは、自分たちの船の側面が敵の三段櫂船に向かって衝突しそうになっているのを目にするときは、自らの身を案じてひどく恐怖した。
ὁπότε δʼ οἱ κυβερνῆται ταῖς ἐμπειρίαις ἐκκρούσειαν τὰς ἐπιφοράς, πάλιν ἐγίνοντο περιχαρεῖς καὶ μετέωροι ταῖς ἐλπίσιν.
しかし、操舵手たちがその経験技術によって衝突を回避するたびに、彼らは再び大いに喜び、希望を膨らませた。