§13.45.1κατὰ δὲ τὴν Ἑλλάδα Δωριεὺς ὁ Ῥόδιος, ναύαρχος ὢν τῶν ἐξ Ἰταλίας τριήρων, ἐπειδὴ κατέστησε τὴν ἐν Ῥόδῳ ταραχήν, ἐξέπλευσεν ἐφʼ Ἑλλήσποντον, σπεύδων συμμῖξαι τῷ Μινδάρῳ· οὗτος γὰρ ἐν Ἀβύδῳ διατρίβων συνῆγε πανταχόθεν τὰς συμμαχούσας ναῦς τοῖς Πελοποννησίοις.
But in Greece, Dorieus the Rhodian, being the commander of the triremes from Italy, when he had settled the disturbance in Rhodes, sailed out for the Hellespont, hastening to join Mindarus; for the latter, spending time in Abydus, was gathering from all sides the ships allied with the Peloponnesians.
§13.45.2ἤδη δὲ τοῦ Δωριέως ὄντος περὶ τὸ Σίγειον τῆς Τρῳάδος, οἱ περὶ Σηστὸν ὄντες Ἀθηναῖοι πυθόμενοι τὸν παράπλουν ἀνήχθησαν ἐπʼ αὐτοὺς πάσαις ταῖς ναυσίν, οὔσαις ἑβδομήκοντα καὶ τέσσαρσιν.
When Dorieus was already near Sigeium in the Troad, the Athenians who were near Sestos, having learned of his passage, put to sea against them with all their ships, which were seventy-four.
§13.45.3ὁ δὲ Δωριεὺς μέχρι μέν τινος ἀγνοήσας τὸ γινόμενον ἔπλει μετέωρος· κατανοήσας δὲ τὸ μέγεθος τοῦ στόλου κατεπλάγη, καὶ σωτηρίαν ἄλλην οὐδεμίαν ὁρῶν κατέφυγεν εἰς Δάρδανον.
Dorieus, having been ignorant of what was happening for some time, was sailing in the open sea; but when he observed the size of the fleet, he was struck with terror, and seeing no other means of safety, he fled for refuge to Dardanus.
§13.45.4ἐκβιβάσας δὲ τοὺς στρατιώτας καὶ τοὺς φρουροῦντας τὴν πόλιν προσλαβόμενος, βέλη τε παμπληθῆ ταχέως παρεκόμισε καὶ τῶν στρατιωτῶν οὓς μὲν ἐπὶ τὰς πρῴρας ἐπέστησεν, οὓς δʼ ἐπὶ τῆς γῆς εὐκαίρως ἔταξεν.
And having disembarked his soldiers and taken in addition those who were guarding the city, he quickly brought in a great abundance of missiles, and some of his soldiers he stationed on the prows, and others he drew up at advantageous points on the land.
§13.45.5οἱ δʼ Ἀθηναῖοι κατὰ πολλὴν σπουδὴν καταπλεύσαντες ἐνεχείρησαν ἀποσπᾶν τὰς ναῦς, καὶ πανταχόθεν τῷ πλήθει περιχυθέντες κατεπόνουν τοὺς ἐναντίους.
The Athenians, having sailed in with great haste, attempted to drag away the ships, and having poured around them on all sides with their multitude, they hard pressed their opponents.
§13.45.6ἃ δὴ πυθόμενος Μίνδαρος ὁ τῶν Πελοποννησίων ναύαρχος, εὐθέως ἐξ Ἀβύδου μετὰ παντὸς ἀνήχθη τοῦ στόλου, καὶ κατέπλει πρὸς τὸ Δαρδάνειον μετὰ νεῶν τεσσάρων πρὸς ταῖς ὀγδοήκοντα, βοηθήσων τοῖς μετὰ τοῦ Δωριέως· συμπαρῆν δὲ καὶ τὸ πεζὸν στράτευμα τοῦ Φαρναβάζου, βοηθοῦν τοῖς Λακεδαιμονίοις.
When Mindarus, the commander of the Peloponnesians, learned of this, he immediately put to sea from Abydus with his entire fleet, and sailed down to the Dardaneum with eighty-four ships, to bring aid to those with Dorieus; and the land force of Pharnabazus was also present, helping the Lacedaemonians.
§13.45.7ὡς δʼ ἐγγὺς ἀλλήλων ἐγενήθησαν οἱ στόλοι, διέταξαν ἀμφότεροι τὰς τριήρεις εἰς ναυμαχίαν· καὶ Μίνδαρος μὲν ἔχων ἑπτὰ πρὸς ταῖς ἐνενήκοντα ναυσὶν ἐπὶ μὲν τὸ λαιὸν κέρας ἔταξε Συρακοσίους, τοῦ δεξιοῦ δʼ αὐτὸς εἶχε τὴν ἡγεμονίαν· τῶν δʼ Ἀθηναίων τοῦ μὲν δεξιοῦ μέρους Θρασύβουλος ἡγεῖτο, τοῦ δʼ ἑτέρου Θράσυλλος.
And when the fleets came near each other, both drew up their triremes for battle; and Mindarus, having ninety-seven ships, stationed the Syracusans on the left wing, while he himself had the command of the right; of the Athenians, Thrasybulus commanded the right part, and Thrasyllus the other.
§13.45.8τοῦτον δὲ τὸν τρόπον αὐτῶν ἐξηρτυμένων, οἱ μὲν ἡγεμόνες αὐτῶν ἦραν τὸ σύσσημον τῆς μάχης, οἱ σαλπικταὶ δὲ ἀφʼ ἑνὸς παραγγέλματος ἤρξαντο σημαίνειν τὸ πολεμικόν· καὶ τῶν μὲν ἐρετῶν οὐθὲν ἐλλειπόντων προθυμίας, τῶν δὲ κυβερνητῶν ἐντέχνως τοῖς οἴαξι χρωμένων, καταπληκτικὸν συνέβαινε γίνεσθαι τὸν ἀγῶνα.
When they were drawn up in this manner, their commanders raised the signal for battle, and the trumpeters from a single command began to sound the charge; and since the rowers lacked nothing of zeal, and the pilots skillfully handled the rudders, it came about that the contest was terrifying.
§13.45.9ὁπότε γὰρ αἱ τριήρεις εἰς ἐμβολὴν ἐπιφέροιντο, τηνικαῦτα οἱ κυβερνῆται πρὸς αὐτὴν τὴν τοῦ καιροῦ ῥοπὴν ἐπέστρεφον τὰς ναῦς πραγματικῶς, ὥστε τὰς πληγὰς γίνεσθαι κατʼ ἐμβολήν.
For whenever the triremes rushed to make a charge, at that moment the pilots, in response to the very turn of the critical moment, would turn their ships in a practical manner, so that the blows were made with the rams.
§13.45.10οἱ μὲν οὖν ἐπιβάται θεωροῦντες πλαγίας τὰς ἑαυτῶν ναῦς συνεπιφερομένας ταῖς τῶν πολεμίων τριήρεσι, περιδεεῖς ἐγίνοντο, περὶ σφῶν ἀγωνιῶντες· ὁπότε δʼ οἱ κυβερνῆται ταῖς ἐμπειρίαις ἐκκρούσειαν τὰς ἐπιφοράς, πάλιν ἐγίνοντο περιχαρεῖς καὶ μετέωροι ταῖς ἐλπίσιν.
Therefore, the marines, seeing their own ships brought broadside against the triremes of the enemy, became terrified, agonizing over themselves; but whenever the pilots by their experience warded off the assaults, they became overjoyed again and buoyant in their hopes.