§13.46.1οὐ μὴν οὐδʼ οἱ τοῖς καταστρώμασιν ἐπιβεβηκότες ἄπρακτον εἶχον τὴν φιλοτιμίαν, ἀλλʼ οἱ μὲν ἐκ πολλοῦ διαστήματος ἐφεστηκότες ἐτόξευον κατὰ τὸ συνεχές, καὶ ταχὺ ὁ τόπος ἦν βελῶν πλήρης·
確かに、甲板に乗り込んでいた者たちもまた、その功名心を無駄にすることはなかった。 ある者たちは遠い距離から配置につき、絶え間なく矢を放ち、すぐにその場所は矢で満ちた。
οἱ δʼ ἀεὶ προσιόντες ἐγγυτέρω τὰς λόγχας ἠκόντιζον, οἱ μὲν ἐπὶ τοὺς ἀμυνομένους ἐπιβάτας, οἱ δʼ ἐπʼ αὐτοὺς βαλεῖν φιλοτιμούμενοι τοὺς κυβερνήτας·
またある者たちは、常に近くに接近して槍を投げつけ、ある者は防戦する甲板兵を、別の者はまさに操舵手たちを狙い打とうと競い合っていた。
ὁπότε δὲ συνερείσειαν αἱ ναῦς, τοῖς τε δόρασιν ἠγωνίζοντο καὶ κατὰ τὰς προσαγωγὰς εἰς τὰς τῶν πολεμίων τριήρεις μεθαλλόμενοι τοῖς ξίφεσιν ἀλλήλους ἠμύνοντο.
そして船同士が衝突すると、彼らは槍で戦い、また船が接舷した際には敵の三段櫂船へと飛び移って、剣で互いに戦い合った。
§13.46.2κατὰ δὲ τὰς γινομένας ἐλαττώσεις τῶν νικώντων ἐπαλαλαζόντων καὶ τῶν ἄλλων μετὰ βοῆς παραβοηθούντων, κραυγὴ σύμμικτος ἐγίνετο παρʼ ὅλον τὸν τῆς ναυμαχίας τόπον.
戦況の不利が生じる中で、勝利している者たちが鬨の声を上げ、他の者たちが大声で救援に向かうため、海戦の場所全体にわたって入り混じった叫び声が沸き起こった。
ἐπὶ πολὺν οὖν χρόνον ἰσόρροπος ἦν ἡ μάχη διὰ τὴν ὑπερβολὴν τῆς παρʼ ἀμφοτέροις φιλοτιμίας·
それゆえ、双方の過度なまでの功名心により、戦いは長い時間、勢力が拮抗していた。
μετὰ δὲ ταῦτα Ἀλκιβιάδης ἐκ Σάμου παραδόξως ἐπεφάνη μετὰ νεῶν εἴκοσι, πλέων κατὰ τύχην εἰς Ἑλλήσποντον.
しかしその後、アルキビアデスがサモスから20隻の船を率いて不意に姿を現した。 彼は偶然ヘレスポントスへと航行していたのである。
§13.46.3τούτων δὲ πόρρω μὲν οὐσῶν, ἑκάτεροι σφίσι βοήθειαν ἐλπίζοντες παραγενέσθαι, μετέωροι ταῖς ἐλπίσιν ἐγίνοντο καὶ πολὺ προθυμότερον ταῖς τόλμαις διεκινδύνευον·
これらの船がまだ遠くにあったとき、双方が自分たちに援軍が到着したのだと期待して、希望を膨らませ、はるかに旺盛な意気込みで大胆に危険に身を投じた。
ἐπεὶ δʼ ἤδη σύνεγγυς ἦν ὁ στόλος, καὶ τοῖς μὲν Λακεδαιμονίοις οὐδὲν ἐφαίνετο σύσσημον, τοῖς δʼ Ἀθηναίοις Ἀλκιβιάδης μετέωρον ἐποίησεν ἐπίσημον φοινικοῦν ἀπὸ τῆς ἰδίας νεώς, ὅπερ ἦν σύσσημον αὐτοῖς διατεταγμένον, οἱ μὲν Λακεδαιμόνιοι καταπλαγέντες ἐτράπησαν, οἱ δʼ Ἀθηναῖοι τῷ προτερήματι μετεωρισθέντες μετὰ σπουδῆς ἐπεδίωκον τὰς ὑποφευγούσας.
しかし、艦隊がすでに間近に迫り、ラケダイモン人には何の合図も見えなかったのに対し、アテナイ人に向けては、アルキビアデスが自身の船から、あらかじめ彼らの間で取り決められていた合図である赤い旗を高く掲げたため、ラケダイモン人は驚愕して逃走し、アテナイ人は優勢に勢いづいて、逃げ去る敵船を急いで追撃した。
§13.46.4καὶ δέκα μὲν νεῶν εὐθὺς ἐκυρίευσαν, μετὰ δὲ ταῦτα χειμῶνος ἐπιγενομένου καὶ πνευμάτων μεγάλων πολλὰ περὶ τὸν διωγμὸν αὐτοὺς ἐμποδίζεσθαι συνέβαινε·
そして直ちに10隻の船を拿捕したが、その後、嵐が起こり強い風が吹いたため、追撃において彼らは多くの障害に直面することとなった。
διὰ γὰρ τὸ μέγεθος τῶν κυμάτων τὰ μὲν σκάφη τοῖς οἴαξιν ἠπείθει, τὰς δʼ ἐμβολὰς ἀπράκτους συνέβαινε γίνεσθαι, τῶν τυπτομένων νεῶν ὑποχωρουσῶν.
というのも、波の大きさのために船体は舵に従わず、衝撃を加えようとしても、衝撃を受ける側の船が後退したため、不発に終わってしまったからである。
§13.46.5τέλος δʼ οἱ μὲν Λακεδαιμόνιοι πρὸς τὴν γῆν κατενεχθέντες ἔφυγον πρὸς τὸ πεζὸν τοῦ Φαρναβάζου στρατόπεδον, οἱ δʼ Ἀθηναῖοι τὸ μὲν πρῶτον ἐπεχείρησαν ἀποσπᾶν τὰς ναῦς ἀπὸ τῆς γῆς καὶ παραβόλως διεκινδύνευον, ὑπὸ δὲ τοῦ Περσικοῦ στρατεύματος ἀνακοπέντες ἀπέπλευσαν εἰς Σηστόν.
ついに、ラケダイモン人は陸地へと押し流され、ファルナバゾスの陸上部隊の陣営へと逃げ込み、アテナイ人は最初、陸から船を引き離そうと試みて危険を冒して戦ったが、ペルシア軍によって撃退され、セストスへと退却した。
§13.46.6ὁ γὰρ Φαρνάβαζος βουλόμενος τοῖς Λακεδαιμονίοις ὑπὲρ ὧν ἐνεκάλουν ἀπολογεῖσθαι, βιαιότερον διηγωνίζετο πρὸς τοὺς Ἀθηναίους·
というのも、ファルナバゾスは、ラケダイモン人たちが非難していたことについて申し開きをしたいと望んでいたため、アテナイ人に対してより激しく戦い抜いたのである。
ἅμα δὲ καὶ περὶ τῶν εἰς Φοινίκην ἀποσταλεισῶν νεῶν τριακοσίων ἐδίδαξεν, ὡς τοῦτο ἔπραξε πυνθανόμενος τόν τε τῶν Ἀράβων βασιλέα καὶ τὸν τῶν Αἰγυπτίων ἐπιβουλεύειν τοῖς περὶ Φοινίκην πράγμασιν.
同時にまた、フェニキアに派遣された300隻の船についても、アラビアの王とエジプトの王がフェニキアの情勢に対して陰謀を企てているという知らせを得たためにそうしたのだ、と説明した。