§13.42.1τῶν δὲ στρατιωτῶν ἀσμένως τοὺς λόγους προσδεξαμένων, καὶ περὶ τούτων διαπεμψαμένων εἰς Ἀθήνας, ἔδοξε τῷ δήμῳ τὸν ἄνδρα τῶν ἐγκλημάτων ἀπολῦσαι καὶ μεταδοῦναι τῆς στρατηγίας·
兵士たちがその提案を喜んで受け入れ、これらのことについてアテナイに使節を送ると、民衆は決議においてこの男を容疑から免除し、彼に将軍職を再び分かち与えることに決定した。
θεωροῦντες γὰρ αὐτοῦ τὸ πρακτικὸν τῆς τόλμης καὶ τὴν παρὰ τοῖς Ἕλλησι δόξαν, ὑπελάμβανον, ὅπερ ἦν εἰκός, οὐ μικρὰν ῥοπὴν ἔσεσθαι τοῖς σφετέροις πράγμασι τούτου προσγενομένου.
というのも、彼らは彼の果敢な行動力と、ギリシア人たちの間での名声を考慮し、当然のことであったが、この者が味方に加わるならば、自分たちの戦況にとって小さからぬ好転をもたらすであろうと考えたからである。
§13.42.2καὶ γὰρ ὁ τῆς πολιτείας ἀφηγούμενος τότε Θηραμένης, ἀνὴρ εἰ καί τις ἄλλος εἶναι δόξας συνετός, τῷ δήμῳ συνεβούλευσε κατάγειν τὸν Ἀλκιβιάδην.
実際、当時国政を主導しており、他の誰よりも賢明であると見なされていたテラメネスも、民衆に対してアルキビアデスを帰国させるよう勧告した。
τούτων δʼ ἀπαγγελθέντων εἰς Σάμον, Ἀλκιβιάδης πρὸς αἷς εἶχεν ἰδίαις ναυσὶ τρισκαίδεκα ἐννέα προσέλαβε, καὶ μετὰ τούτων ἐκπλεύσας εἰς Ἁλικαρνασσὸν παρὰ τῆς πόλεως εἰσεπράξατο χρήματα.
これらのことがサモスに報じられると、アルキビアデスは自分が持っていた13隻の私有の船に加えて新たに9隻を獲得し、これらを率いてハリカルナッソスへ出航し、その市から資金を徴収した。
§13.42.3μετὰ δὲ ταῦτα τὴν Μεροπίδα πορθήσας μετὰ πολλῆς λείας ἀνέπλευσεν εἰς Σάμον.
この後、彼はメロピスを略奪し、多くの戦利品とともにサモスへ帰航した。
πολλῶν δὲ συναχθέντων λαφύρων, τοῖς τʼ ἐν Σάμῳ στρατιώταις καὶ τοῖς μεθʼ ἑαυτοῦ διελόμενος τὰς ὠφελείας ταχὺ τοὺς εὖ παθόντας εὔνους ἑαυτῷ κατεσκεύασεν.
多くの戦利品が集まると、サモスにいる兵士たちと自分に付き従っている兵士たちにその取り分を分配し、恩恵を受けた者たちを速やかに自分に対する支持者とした。
§13.42.4περὶ δὲ τὸν αὐτὸν χρόνον Ἀντάνδριοι, φρουρὰν ἔχοντες, μετεπέμψαντο παρὰ Λακεδαιμονίων στρατιώτας, μεθʼ ὧν ἐκβαλόντες τὴν φυλακὴν ἐλευθέραν ᾤκουν τὴν πατρίδα·
ほぼ同じ頃、ペルシアの守備兵を置かれていたアンタンドロス市民は、ラケダイモン人から兵士たちを呼び寄せ、彼らとともに守備隊を追放して、祖国の自由を取り戻した。
οἱ γὰρ Λακεδαιμόνιοι περὶ τῆς εἰς Φοινίκην ἀποστολῆς τῶν τριακοσίων νεῶν ἐγκαλοῦντες τῷ Φαρναβάζῳ τοῖς Ἄντανδρον οἰκοῦσι συνεμάχησαν.
というのも、ラケダイモン人は、フェニキアへの300隻の船の派遣をめぐってファルナバゾスを非難していたため、アンタンドロスに住む人々を支援したからである。
§13.42.5τῶν δὲ συγγραφέων Θουκυδίδης μὲν τὴν ἱστορίαν κατέστροφε, περιλαβὼν χρόνον ἐτῶν εἴκοσι καὶ δυοῖν ἐν βύβλοις ὀκτώ· τινὲς δὲ διαιροῦσιν εἰς ἐννέα·
歴史家たちのうち、トゥキュディデスは22年の期間を8巻に収めて、その歴史記述を終えた(一部の人々はこれを9巻に分割している)。
Ξενοφῶν δὲ καὶ Θεόπομπος ἀφʼ ὧν ἀπέλιπε Θουκυδίδης τὴν ἀρχὴν πεποίηνται, καὶ Ξενοφῶν μὲν περιέλαβε χρόνον ἐτῶν τεσσαράκοντα καὶ ὀκτώ, Θεόπομπος δὲ τὰς Ἑλληνικὰς πράξεις διελθὼν ἐπʼ ἔτη ἑπτακαίδεκα καταλήγει τὴν ἱστορίαν εἰς τὴν περὶ Κνίδον ναυμαχίαν ἐν βύβλοις δώδεκα.
クセノポンとテオポンポスは、トゥキュディデスが中断したところから記述を始めており、クセノポンは48年の期間を収め、テオポンポスはギリシアの出来事を17年にわたって詳述し、クニドスの海戦をもって、12巻においてその歴史記述を結んでいる。
§13.42.6τὰ μὲν οὖν κατὰ τὴν Ἑλλάδα καὶ τὴν Ἀσίαν ἐν τούτοις ἦν.
さて、ギリシアとアジアにおける状況はこのようなものであった。
Ῥωμαῖοι δὲ πρὸς Αἴκους διαπολεμοῦντες ἐνέβαλον αὐτῶν εἰς τὴν χώραν μετὰ πολλῆς δυνάμεως·
一方、ローマ人はアイクイ人と戦い、大軍をもって彼らの領土に侵攻した。
περιστρατοπεδεύσαντες δὲ πόλιν Βώλας ὀνομαζομένην ἐξεπολιόρκησαν.
そしてボラエと呼ばれる都市を包囲し、力ずくで攻略した。