Humanitext Reader

シケリアのディオドロス · 歴史叢書 §13.38.1-13.38.7

四百人寡頭制の崩壊とミンダロスの北上

217 / 723 箇所 · ギリシア語

要旨

アテナイでテーラメネスの主導により四百人の寡頭制が崩壊して新たな市民国制が成立する一方、ラケダイモン軍のミンダロスはペルシアの援助をあきらめ、自軍の艦隊を率いてヘレスポントスへと移動し、アテナイ軍もこれに対応する。

§13.38.1τοῦ γὰρ ἐνιαυσιαίου χρόνου διεληλυθότος Ἀθήνησι μὲν ἦρχε Θεόπομπος, Ῥωμαῖοι δʼ ἀντὶ τῶν ὑπάτων τέτταρας χιλιάρχους κατέστησαν, Τιβέριον Ποστούμιον καὶ Γάιον Κορνήλιον, πρὸς δὲ τούτοις Γάιον Οὐαλέριον καὶ Καίσωνα Φάβιον.
一カ年の期間が過ぎ去った時、アテナイではテオポンポスがアルコンであり、ローマ人たちはコンスルの代わりに、ティベリウス・ポストゥミウス、ガイウス・コルネリウス、さらにガイウス・ウァレリウス、カエソ・ファビウスの四人の軍事執政官を任命した。
περὶ δὲ τούτους τοὺς χρόνους Ἀθηναῖοι τὴν ἐκ τῶν τετρακοσίων ὀλιγαρχίαν κατέλυσαν καὶ τὸ σύστημα τῆς πολιτείας ἐκ τῶν πολιτῶν συνεστήσαντο.
この時期に、アテナイ人たちは「四百人」の寡頭制を打破し、市民たちからなる国制の組織を確立した。
§13.38.2τούτων δὲ πάντων ἦν εἰσηγητὴς Θηραμένης, ἀνὴρ καὶ τῷ βίῳ κόσμιος καὶ φρονήσει δοκῶν διαφέρειν τῶν ἄλλων·
これらすべての提案者はテーラメネスであった。 彼は生き方において節度があり、思慮において他者に勝っていると見なされていた男である。
καὶ γὰρ τὸν Ἀλκιβιάδην οὗτος μόνος συνεβούλευσε κατάγειν, διʼ ὃν πάλιν ἑαυτοὺς ἀνέλαβον, καὶ πολλῶν ἄλλων εἰσηγητὴς γενόμενος ἐπʼ ἀγαθῷ τῆς πατρίδος οὐ μετρίας ἀποδοχῆς ἐτύγχανεν.
実際、アルキビアデスを帰還させるよう単独で勧告したのも彼であり、彼のおかげでアテナイ人は再び自らを立て直したのである。 また、彼は祖国の利益となる多くの他の提案を行い、並外れた信頼を得ていた。
§13.38.3ἀλλὰ ταῦτα μὲν μικρὸν ὕστερον ἐγενήθη, εἰς δὲ τὸν πόλεμον Ἀθηναῖοι μὲν στρατηγοὺς κατέστησαν Θράσυλλον καὶ Θρασύβουλον, οἳ τὸν στόλον εἰς Σάμον ἀθροίσαντες ἐγύμναζον τοὺς στρατιώτας εἰς ναυμαχίαν καθʼ ἡμέραν ἀναπείρας ποιούμενοι.
しかし、これらのことは少しのちに起こったことである。 戦争に関して言えば、アテナイ人は将軍としてトラシュロスとトラシュブロスを任命し、彼らはサモスに艦隊を集め、日々模擬海戦を行って兵士たちを海戦のために訓練した。
§13.38.4Μίνδαρος δʼ ὁ τῶν Λακεδαιμονίων ναύαρχος χρόνον μέν τινα περὶ τὴν Μίλητον διέτριβε, προσδοκῶν τὴν παρὰ Φαρναβάζου βοήθειαν·
ラケダイモン人の海軍司令官ミンダロスは、ファルナバゾスからの援助を待ちながら、しばらくの間ミレトス周辺にとどまっていた。
τριακοσίας γὰρ τριήρεις ἀκούων ἐκ Φοινίκης καταπεπλευκέναι μετέωρος ἦν ταῖς ἐλπίσι, νομίζων τηλικούτῳ στόλῳ καταλύσειν τὴν Ἀθηναίων ἡγεμονίαν·
フェニキアから三百隻の三段櫂船が航行してきたと聞いていたため、彼はそのような大艦隊があればアテナイの覇権を打破できると考えて、期待で胸を膨らませていたのである。
§13.38.5μετʼ ὀλίγον δὲ πυθόμενός τινων, ὅτι πεισθεὶς Ἀλκιβιάδῃ πάλιν ἀπέστειλε τὸν στόλον εἰς Φοινίκην, τὰς μὲν παρὰ Φαρναβάζου ἐλπίδας ἀπέγνω, αὐτὸς δὲ καταρτίσας τάς τʼ ἐκ Πελοποννήσου ναῦς καὶ τὰς παρὰ τῶν ἔξωθεν συμμάχων, Δωριέα μὲν μετὰ τριῶν καὶ δέκα νεῶν ἀπέστειλεν εἰς Ῥόδον, πυνθανόμενος ἐπὶ νεωτερισμῷ τινας συνίστασθαι τῶν Ῥοδίων·
しかし間もなく、彼がアルキビアデスに説得されて再び艦隊をフェニキアに送り返したということを何人かの者から知ると、ミンダロスはファルナバゾスからの援助の望みをあきらめ、自らペロポネソスからの船と外部の同盟国からの船を整備し、ロドス人の一部が政変のために結託していると聞いて、ドリエウスを十三隻の船とともにロドス島に派遣した。
§13.38.6προσφάτως γὰρ τοῖς Λακεδαιμονίοις τινὲς τῶν ἀπὸ τῆς Ἰταλίας Ἑλλήνων ἀπεστάλκεισαν εἰς συμμαχίαν τὰς προειρημένας ναῦς·
というのも、最近、イタリアのギリシア人の一部が、ラケダイモン人への同盟として、上述の船を派遣していたからである。
αὐτὸς δὲ τὰς ἄλλας πάσας ἀναλαβών, οὔσας ὀγδοήκοντα καὶ τρεῖς, ἀπῆρεν εἰς Ἑλλήσποντον διὰ τὸ πυνθάνεσθαι τὸν τῶν Ἀθηναίων στόλον ἐν Σάμῳ διατρίβειν.
ミンダロス自身は、残りのすべての船、すなわち八十三隻を率いて、アテナイの艦隊がサモスにとどまっていると聞いていたため、ヘレスポントスに向けて出航した。
§13.38.7καθʼ ὃν δὴ χρόνον οἱ τῶν Ἀθηναίων στρατηγοὶ θεωροῦντες παραπλέοντας, ἀνήχθησαν ἐπʼ αὐτοὺς μετὰ νεῶν ἑξήκοντα.
まさにその時、アテナイの将軍たちは彼らが沿岸を航行していくのを目にして、六十隻の船を率いて彼らに向かって出航した。
τῶν δὲ Λακεδαιμονίων κατενεχθέντων εἰς Χίον ἔδοξε τοῖς τῶν Ἀθηναίων στρατηγοῖς προσπλεῦσαι τῇ Λέσβῳ, κἀκεῖ παρὰ τῶν συμμάχων ἀθροῖσαι τριήρεις, ὅπως μὴ συμβαίνῃ τοὺς πολεμίους ὑπερέχειν τῷ πλήθει τῶν νεῶν.
しかしラケダイモン人がキオス島に入港したため、アテナイの将軍たちはレスボス島へと航行し、敵が船の数において優勢に立つことにならないように、そこで同盟国から三段櫂船を集めることに決めた。

語釈・文法注

  1. §13.38.1ἐκ τῶν πολιτῶν — 「市民から」という前置詞句は名詞「国制の組織(tò sýstēma tês politeías)」を修飾し、特定の特権階級ではなく、一定の財産資格を有する市民全体(いわゆる「五千人」)を基盤として新政権が構成されたことを示している。
  2. §13.38.2ἑαυτοὺς ἀνέλαβον — 動詞 ἀναλαμβάνω の能動中間態に再帰代名詞 ἑαυτούς(三人称複数)が伴うことで、「自らを立て直す」「回復する」という比喩的意味になる。代名詞が指す主語(アテナイ人たち)は文脈上省略されている。
  3. §13.38.5πεισθεὶς — 主格男性単数の分詞。主節の主語(ミンダロス)ではなく、ὅτι 節内の省略された主語(ファルナバゾス)に一致している。このように従属節内の主語に一致する分詞が、その節の動詞(ἀπέστειλε)より前に配置される構造になっている。

この箇所を引用する

シケリアのディオドロス, 歴史叢書 §13.38.1-13.38.7. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:13.38.1-13.38.7

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。