§13.39.1οὗτοι μὲν οὖν περὶ ταῦτα διέτριβον.
こうして彼らはこれらに関わっていた。
Μίνδαρος δʼ ὁ τῶν Λακεδαιμονίων ναύαρχος νυκτὸς μετὰ τοῦ στόλου παντὸς ἐκπλεύσας εἰς Ἑλλήσποντον ἐκομίζετο κατὰ σπουδήν, καὶ δευτεραῖος εἰς Σίγειον κατέπλευσεν.
しかしラケダイモン人の海軍司令官ミンダロスは、夜間に全艦隊とともに出航してヘレスポントスへと急ぎ航行し、二日目にシゲイオンへと入港した。
οἱ δʼ Ἀθηναῖοι πυθόμενοι τὸν παράπλουν, οὐκ ἀνέμειναν ἁπάσας τὰς παρὰ τῶν συμμάχων τριήρεις, τριῶν δὲ μόνον προσγενομένων αὐτοῖς, ἐδίωκον τοὺς Λακεδαιμονίους.
アテナイ人たちはその航行を知ると、同盟国からのすべての三段櫂船を待つことはせず、わずか三隻だけが彼らに加わった状態で、ラケダイモン人たちを追撃した。
§13.39.2ἐπεὶ δʼ ἦλθον εἰς Σίγειον, εὗρον τὸν μὲν στόλον ἐκπεπλευκότα, τρεῖς δὲ ναῦς ὑπολελειμμένας, ὧν εὐθέως ἐκυρίευσαν·
そして彼らがシゲイオンに到着したとき、艦隊はすでに出航してしまっており、三隻の船が取り残されているのを見つけ、これらを直ちに拿捕した。
καὶ μετὰ ταῦτʼ εἰς Ἐλεοῦντα καταπλεύσαντες τὰ περὶ τὴν ναυμαχίαν παρεσκευάζοντο.
そしてこの後、エレウスへと航行して入港し、海戦の準備を整えた。
§13.39.3Λακεδαιμόνιοι δὲ θεωροῦντες τοὺς πολεμίους τὰ πρὸς τὴν μάχην ἑτοιμαζομένους, καὶ αὐτοὶ πένθʼ ἡμέρας ἀναπείρας ποιούμενοι καὶ γυμνάσαντες τοὺς ἐρέτας, ἐξέταξαν τὸν στόλον εἰς ναυμαχίαν, ὄντα νεῶν δυεῖν ἐλάττω τῶν ἐνενήκοντα.
ラケダイモン人たちは、敵が戦闘の準備をしているのを目にして、自らも五日間にわたり模擬訓練を行い、漕ぎ手たちを鍛え上げたのち、九十隻より二隻少ない船からなる艦隊を海戦に備えて整列させた。
οὗτοι μὲν οὖν ἐκ τοῦ πρὸς τὴν Ἀσίαν μέρους ἔστησαν τὰς ναῦς, οἱ δʼ Ἀθηναῖοι τὸ πρὸς τὴν Εὐρώπην ἔχοντες ἀντανήγοντο, τῷ μὲν πλήθει λειπόμενοι, ταῖς δʼ ἐμπειρίαις ὑπερέχοντες.
こうして彼らはアジア側の海域に船を配置し、アテナイ人たちはヨーロッパ側を占めてこれに対峙して出航したが、数においては劣っていたものの、経験においては勝っていた。
§13.39.4Λακεδαιμόνιοι μὲν οὖν ἐπὶ τοῦ δεξιοῦ κέρατος ἔταξαν τοὺς Συρακοσίους, ὧν Ἑρμοκράτης ἀφηγεῖτο, τὸ δʼ εὐώνυμον αὐτοὶ συνεπλήρουν Πελοποννήσιοι, Μινδάρου τὴν ἡγεμονίαν ἔχοντος.
ラケダイモン人たちは右翼にヘルモクラテス率いるシュラクサイ人たちを配置し、左翼はミンダロスが指揮を執りペロポネソス人自身が陣容を固めた。
τῶν δʼ Ἀθηναίων ἐπὶ μὲν τὸ δεξιὸν ἐτάχθη Θράσυλλος, ἐπὶ δὲ τὸ εὐώνυμον Θρασύβουλος.
アテナイ人の側では、右翼にトラシュロス、左翼にトラシュブロスが配置された。
καὶ τὸ μὲν πρῶτον ἔσπευδον ἀμφότεροι φιλοτιμούμενοι περὶ τοῦ τόπου, ὅπως μὴ τὸν ῥοῦν ἔχωσιν ἐναντίον.
そして最初は、双方が潮流を向かい潮としないよう、位置を競い合って急いだ。
§13.39.5διὸ καὶ πολὺν χρόνον ἀλλήλους περιέπλεον, διακλείοντες τὰ στενὰ καὶ περὶ τῆς στάσεως τοπομαχοῦντες·
そのため、彼らは長い時間互いの周りを旋回し、海峡を遮断しながら、位置取りをめぐる局地的な戦いを繰り広げた。
μεταξὺ γὰρ Ἀβύδου καὶ Σηστοῦ τῆς ναυμαχίας γινομένης συνέβαινε τὸν ῥοῦν οὐ μετρίως ἐμποδίζειν ἐν στενοῖς τόποις.
アビュドスとセストスの間で海戦が行われたため、狭い水域において潮流が少なからず妨げとなったからである。
οὐ μὴν ἀλλʼ οἱ τῶν Ἀθηναίων κυβερνῆται πολὺ ταῖς ἐμπειρίαις προέχοντες πολλὰ πρὸς τὴν νίκην συνεβάλοντο.
とはいえ、アテナイの舵手たちは経験において極めて優れており、勝利に大きく貢献した。