§13.35.1διόπερ οἱ Συρακόσιοι τοὺς φρονήσει διαφέροντας τῶν πολιτῶν εἵλοντο νομοθέτας, ὧν ἦν ἐπιφανέστατος Διοκλῆς.
それゆえシラクサ人たちは、市民の中で思慮において傑出している者たちを立法者として選出したが、その中で最も高名であったのがディオクレスであった。
τοσοῦτο γὰρ τῶν ἄλλων διήνεγκε συνέσει καὶ δόξῃ, ὥστε τῆς νομοθεσίας ὑπὸ πάντων κοινῇ γραφείσης ὀνομασθῆναι τοὺς νόμους Διοκλέους.
なぜなら、彼は知性と評判において他の者たちより遥かに傑出していたので、立法は全員によって共同で起草されたにもかかわらず、その法律が「ディオクレスの法」と呼ばれるようになったほどであった。
§13.35.2οὐ μόνον δὲ τὸν ἄνδρα τοῦτον ζῶντα ἐθαύμασαν οἱ Συρακόσιοι, ἀλλὰ καὶ τελευτήσαντα τιμαῖς ἡρωικαῖς ἐτίμησαν καὶ νεὼν ᾠκοδόμησαν δημοσίᾳ τὸν ὕστερον ὑπὸ Διονυσίου κατὰ τὴν τειχοποιίαν καθαιρεθέντα.
シラクサ人たちは、この人物を生前に敬愛しただけでなく、没後も英雄としての崇敬をもって称え、公費で神殿を建設したが、これは後にディオニュシオスによって城壁建設の際に破壊された。
ἐθαυμάσθη δὲ ὁ ἀνὴρ οὗτος καὶ παρὰ τοῖς ἄλλοις Σικελιώταις·
そしてこの人物は、他のシケリア人たちの間でも敬愛された。
§13.35.3πολλαὶ γοῦν τῶν κατὰ τὴν νῆσον πόλεων χρώμεναι διετέλεσαν τοῖς τούτου νόμοις, μέχρι ὅτου πάντες οἱ Σικελιῶται τῆς Ῥωμαίων πολιτείας ἠξιώθησαν.
実に、島にある都市の多くは、すべてのシケリア人がローマの市民権を与えられるようになる時まで、彼の法律を使い続けた。
οἱ δʼ οὖν Συρακόσιοι κατὰ τοὺς νεωτέρους χρόνους κατὰ μὲν Τιμολέοντα νομοθετήσαντος αὐτοῖς Κεφάλου, κατὰ δὲ τὸν Ἱέρωνα τὸν βασιλέα Πολυδώρου, οὐδέτερον αὐτῶν ὠνόμασαν νομοθέτην, ἀλλʼ ἢ ἐξηγητὴν τοῦ νομοθέτου, διὰ τὸ τοὺς νόμους γεγραμμένους ἀρχαίᾳ διαλέκτῳ δοκεῖν εἶναι δυσκατανοήτους.
ともあれ後世において、シラクサ人たちは、ティモレオンの時代にはケファロスが彼らのために法を整備し、王ヒエロンの時代にはポリュドロスが整備したものの、そのいずれをも「立法者」とは呼ばず、ただ「立法者の解釈者」と呼んだ。 それは、古い方言で書かれた法律が理解しにくく思われたためである。
§13.35.4μεγάλης δὲ οὔσης κατὰ τὴν νομοθεσίαν ἀναθεωρήσεως, μισοπόνηρος μὲν φαίνεται διὰ τὸ πάντων τῶν νομοθετῶν πικρότατα πρόστιμα θεῖναι κατὰ πάντων τῶν ἀδικούντων, δίκαιος δʼ ἐκ τοῦ περιττότερον τῶν πρὸ αὐτοῦ κατʼ ἀξίαν ἑκάστῳ τὸ ἐπιτίμιον ὑπάρξαι, πραγματικὸς δὲ καὶ πολύπειρος ἐκ τοῦ πᾶν ἔγκλημα καὶ πρᾶγμα δημόσιόν τε καὶ ἰδιωτικὸν ἀμφισβητούμενον ὡρισμένης ἀξιῶσαι τιμωρίας·
彼の立法には検討すべき多くの優れた点があるが、すべての不正を行う者たちに対して、あらゆる立法者の中で最も過酷な罰を規定したという点からは、彼は悪を憎む者であるように思われる。 また、それ以前の人々よりも精緻に、各人にその値打ちに応じて罰が科されるようにしたという点からは、正義の人であるとも思われる。 そして、すべての犯罪や、公的・私的な係争案件について、定められた刑罰を割り当てたという点からは、実務的で経験豊かな人物であるとも思われる。
ἔστι δὲ καὶ κατὰ τὴν λέξιν σύντομος καὶ πολλὴν τοῖς ἀναγινώσκουσιν ἀπολείπων ἀναθεώρησιν.
さらにその文体は簡潔であり、読む者たちに多くの熟考を委ねている。
§13.35.5ἐμαρτύρησε δʼ αὐτοῦ τὴν ἀρετὴν καὶ τὴν σκληρότητα τῆς ψυχῆς ἡ περὶ τὴν τελευτὴν περιπέτεια.
彼の徳と魂の不屈さを証したのが、その死をめぐる劇的な出来事であった。
ταῦτα μὲν οὖν ἀκριβέστερον εἰπεῖν προήχθην διὰ τὸ τοὺς πλείους τῶν συγγραφέων ὀλιγωρότερον περὶ αὐτοῦ διειλέχθαι.
さて、私がこれらについてより正確に語るに至ったのは、歴史家の多くが彼について不当に軽視して語っているからである。