Humanitext Reader

シケリアのディオドロス · 歴史叢書 §13.14.1-13.14.5

シラクサ港の封鎖とアテナイ軍の決戦準備

193 / 723 箇所 · ギリシア語

要旨

シラクサ軍が港の出口を船と鎖で封鎖しアテナイ軍の退路を断つと、窮地に陥ったアテナイ軍は全艦隊を稼働させて決戦に挑む準備をし、双方の軍と見守る市民たちの緊張が高まる。

§13.14.1οἱ δὲ Συρακόσιοι νομίζοντες μηκέτι τὸν κίνδυνον εἶναι περὶ τῆς πόλεως, ἀλλὰ πολὺ μᾶλλον ἐνεστηκέναι τὸν ἀγῶνα περὶ τοῦ λαβεῖν τὸ στρατόπεδον μετὰ τῶν πολεμίων αἰχμάλωτον, ἀπέφραττον τὸ στόμα τοῦ λιμένος ζεῦγμα κατασκευάζοντες.
シラクサ人たちは、もはや自らの都市に対する危険は去り、むしろ敵の陣営を敵兵もろとも捕虜として奪い取ることへと戦いの局面が大きく移行したと考えて、港の口に障壁を構築してこれを封鎖し始めた。
§13.14.2ἀκάτους τε γὰρ καὶ τριήρεις, ἔτι δὲ στρογγύλας ναῦς ἐπʼ ἀγκυρῶν ὁρμίσαντες, καὶ σιδηραῖς ἁλύσεσι διαλαμβάνοντες, ἐπὶ τὰ σκάφη γεφύρας ἐκ σανίδων κατεσκεύασαν καὶ πέρας ἐν ἡμέραις τρισὶ τοῖς ἔργοις ἐπέθηκαν.
彼らは軽舟や三段櫂船、さらには商船を錨で固定して繋ぎ止め、鉄の鎖でこれらをつなぎ合わせながら、それらの船体の上に板で床を敷き、三日間のうちにこの工事を完成させた。
§13.14.3οἱ δʼ Ἀθηναῖοι θεωροῦντες αὑτοῖς πάντοθεν τὴν σωτηρίαν ἀποκεκλεισμένην, ἔκριναν ἁπάσας τὰς τριήρεις πληροῦν καὶ τῶν πεζῶν τοὺς κρατίστους ἐμβιβάσαι, τῷ τε πλήθει τῶν νεῶν καὶ τῇ τῶν ἀγωνιζομένων ὑπὲρ τῆς σωτηρίας ἀπονοίᾳ καταπλήξειν τοὺς Συρακοσίους.
一方、アテナイ人たちはあらゆる方向から自分たちの退路が断たれているのを見て、すべての三段櫂船を戦闘可能な状態にし、歩兵の中から最も優れた者たちを乗船させることを決意した。 船の数と、生き残りをかけて戦う者たちの必死の覚悟によって、シラクサ人たちを圧倒しようと考えたのである。
§13.14.4διόπερ τοὺς ἐπὶ ταῖς ἡγεμονίαις τεταγμένους καὶ τοὺς ἀρίστους ἐξ ὅλου τοῦ στρατεύματος ἐμβιβάσαντες τριήρεις μὲν ἐπλήρωσαν πέντε λειπούσας τῶν ἑκατὸν εἴκοσι, τοὺς δὲ λοιποὺς ἐπὶ τῆς γῆς ἔταξαν παρὰ τὸν αἰγιαλόν.
それゆえ、指揮官たちや全軍の中の精鋭を乗船させ、百二十隻に五隻足りない三段櫂船を満載にする一方、残りの者たちを海岸沿いの陸上に配備した。
οἱ δὲ Συρακόσιοι τὸ μὲν πεζὸν στράτευμα πρὸ τῆς πόλεως ἔστησαν, τριήρεις δὲ συνεπλήρωσαν ἑβδομήκοντα τέσσαρας·
これに対し、シラクサ人たちは陸上部隊を市の前方に配置し、三段櫂船を合わせて七十四隻満載にした。
συμπαρείποντό τε τὰς ὑπηρετικὰς ἔχοντες ναῦς παῖδες ἐλεύθεροι, τοῖς τε ἔτεσιν ὄντες ὑπὸ τὴν τῶν νεανίσκων ἡλικίαν καὶ συναγωνιζόμενοι μετὰ τῶν πατέρων.
また、自由市民の少年たちも、年齢的には青年に達していなかったが、父親たちと共に戦うべく、支援船を操ってこれに付き従った。
§13.14.5τὰ δὲ περὶ τὸν λιμένα τείχη καὶ πᾶς ὁ τῆς πόλεως ὑπερκείμενος τόπος ἔγεμε σωμάτων·
港を囲む壁や、市を見下ろすあらゆる高台は、人々で埋め尽くされていた。
γυναῖκές τε γὰρ καὶ παρθένοι καὶ οἱ ταῖς ἡλικίαις τὴν ἐν τῷ πολέμῳ χρείαν παρέχεσθαι μὴ δυνάμενοι, τοῦ παντὸς πολέμου τὴν κρίσιν λαμβάνοντος, μετὰ πολλῆς ἀγωνίας ἐπεθεώρουν τὴν μάχην.
女性や娘たち、そして年齢のために戦闘での役割を果たせない者たちが、戦争全体の決着が下されようとしている中、多大なる不安を抱きながら、その戦いを見守っていたからである。

語釈・文法注

  1. §13.14.1μετὰ τῶν πολεμίων αἰχμάλωτον — 「敵とともに捕虜として陣営を奪い取る」の意。αἰχμάλωτον(単数対格)は τὸ στρατόπεδον に係る述語的形容詞として、あるいは μετὰ τῶν πολεμίων(「敵とともに」)を受けて、結果としての状態を表している。
  2. §13.14.3καταπλήξειν — 動詞 καταπλήσσω(圧倒する、驚愕させる)の未来不定詞。主節の動詞 ἔκριναν(決定した)に導かれる目的・意図の節における動詞、あるいは彼らの決意の内容を述べる間接話法としての用法であり、アテナイ人たちの主観的な意図・確信を示している。
  3. §13.14.4πέντε λειπούσας τῶν ἑκατὸν εἴκοσι — 「120から5を欠いた」の意で、115隻であることを示すギリシア語の慣用的な表現。現在分詞 λειπούσας が属格の τῶν ἑκατὸν εἴκοσι(120)を伴い、基準となる数から不足している数(πέντε)を表している。
  4. §13.14.5τοῦ παντὸς πολέμου τὴν κρίσιν λαμβάνοντος — 属格絶対(genitive absolute)の構文。「戦争全体が決着(判決)を受け取りつつある(=下されようとしている)ときに」という時・状況を表す。

この箇所を引用する

シケリアのディオドロス, 歴史叢書 §13.14.1-13.14.5. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:13.14.1-13.14.5

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。