Humanitext Reader

シケリアのディオドロス · 歴史叢書 §13.13.1-13.13.8

シラクサ軍の水陸攻撃とエウリュメドンの戦死

192 / 723 箇所 · ギリシア語

要旨

シラクサ軍はアテナイ軍の撤退延期を察知して水陸両面から攻撃を仕掛け、アテナイの将軍エウリュメドンを討ち取って海戦で大勝を収めた。

§13.13.1οἱ δὲ Συρακόσιοι παρά τινων αὐτομόλων πυθόμενοι τὴν αἰτίαν τοῦ ὑπερτεθεῖσθαι τὸν ἀπόπλουν, τάς τε τριήρεις πάσας ἐπλήρωσαν, οὔσας ἑβδομήκοντα καὶ τέσσαρας, καὶ τὰς πεζὰς δυνάμεις ἐξαγαγόντες προσέβαλον τοῖς πολεμίοις καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν.
シラクサ人たちは、脱走兵の一部から撤退が延期された理由を知ると、所有するすべての三段櫂船(七十四隻)に乗船し、陸上部隊も率い出して、陸と海の両方から敵を攻撃した。
§13.13.2οἱ δʼ Ἀθηναῖοι τριήρεις πληρώσαντες ἓξ πρὸς ταῖς ὀγδοήκοντα, τὸ μὲν δεξιὸν κέρας παρέδωκαν Εὐρυμέδοντι τῷ στρατηγῷ, καθʼ ὃ ἐτάχθη ὁ τῶν Συρακοσίων στρατηγὸς Ἀγάθαρχος·
アテナイ人たちは八十六隻の三段櫂船に乗船し、右翼を将軍エウリュメドンに委ね、その対面にはシラクサの将軍アガタルコスが配置された。
ἐπὶ δὲ θατέρου μέρους Εὐθύδημος ἐτέτακτο, καθʼ ὃν ἀντετάξατο Σικανὸς τῶν Συρακοσίων ἡγούμενος·
もう一方の側にはエウテュデモスが配置され、その対面にはシラクサの指揮官シカノスが立ちふさがった。
τῆς δὲ μέσης τάξεως εἶχε τὴν ἡγεμονίαν παρὰ μὲν τοῖς Ἀθηναίοις Μένανδρος, παρὰ δὲ τοῖς Συρακοσίοις Πύθης ὁ Κορίνθιος.
中央の陣形は、アテナイ側ではメナンドロスが、シラクサ側ではコリントス人ピュテスが指揮を執った。
§13.13.3ὑπερτεινούσης δὲ τῆς τῶν Ἀθηναίων φάλαγγος διὰ τὸ πλείοσιν αὐτοὺς ἀγωνίζεσθαι τριήρεσιν, οὐχ ἥκιστα καθʼ ὃ πλεονεκτεῖν ἐδόκουν κατὰ τοῦτο ἠλαττώθησαν.
アテナイ人の戦列は、より多くの三段櫂船で戦っていたために敵の戦列より長く延びていたが、まさに彼らが有利であると思われたその点において、少なからず不覚を取ることになった。
ὁ γὰρ Εὐρυμέδων ἐπιχειρήσας περιπλεῖν τὸ κέρας τῶν ἐναντίων, ὡς ἀπεσπάσθη τῆς τάξεως, ἐπιστρεψάντων ἐπʼ αὐτὸν τῶν Συρακοσίων ἀπελήφθη πρὸς τὸν κόλπον τὸν Δάσκωνα μὲν καλούμενον, ὑπὸ δὲ τῶν Συρακοσίων κατεχόμενον.
というのも、エウリュメドンは敵の翼を包囲しようと試みたが、自らの戦列から離れてしまったため、シラクサ人たちが彼の方へと向き直ったことで、ダスコーンと呼ばれる、シラクサ人たちに占領されている湾の方へと遮断されてしまったからである。
§13.13.4κατακλεισθεὶς δʼ εἰς στενὸν τόπον καὶ βιασθεὶς εἰς τὴν γῆν ἐκπεσεῖν, αὐτὸς μὲν ὑπό τινος τρωθεὶς καιρίᾳ πληγῇ τὸν βίον μετήλλαξεν, ἑπτὰ δὲ ναῦς ἐν τούτῳ τῷ τόπῳ διεφθάρησαν.
狭い場所に閉じ込められ、陸地に乗り上げることを余儀なくされた彼は、自らも致命傷を負って命を落とし、この場所で七隻の船が破壊された。
§13.13.5τῆς δὲ ναυμαχίας ἤδη γινομένης ὅλοις τοῖς στόλοις, ὡς διεδόθη λόγος τόν τε στρατηγὸν ἀνῃρῆσθαι καί τινας ναῦς ἀπολωλέναι, τὸ μὲν πρῶτον αἱ μάλιστα συνεγγίζουσαι ταῖς διεφθαρμέναις ναυσὶν ἐνέκλιναν, μετὰ δὲ ταῦτα τῶν Συρακοσίων ἐπικειμένων καὶ διὰ τὸ γεγονὸς εὐημέρημα θρασέως ἀγωνιζομένων, βιασθέντες οἱ Ἀθηναῖοι πάντες φυγεῖν ἠναγκάσθησαν.
すでに全艦隊による海戦が行われていたが、将軍が殺され数隻の船が失われたという噂が広まると、まず最初に、破壊された船に最も近かった者たちが退却し、その後、シラクサ人たちが猛追し、先ほどの勝利によって大胆に戦ったため、アテナイ人たちは全員、否応なく敗走させられた。
§13.13.6γενομένου δὲ τοῦ διωγμοῦ πρὸς τὸ τεναγῶδες μέρος τοῦ λιμένος, οὐκ ὀλίγαι τῶν τριήρων ἐν τοῖς βράχεσιν ἐπώκειλαν.
追撃が港の浅瀬の方向へと及ぶと、少なからぬ三段櫂船が浅瀬に乗り上げた。
ὧν συμβαινόντων Σικανὸς ὁ τῶν Συρακοσίων στρατηγὸς ταχέως ὁλκάδα κληματίδων καὶ δᾴδων, ἔτι δὲ πίττης πληρώσας, ἐνέπρησε τὰς ἐν τοῖς βράχεσι ναῦς κυλινδουμένας.
こうした状況の中で、シラクサの将軍シカノスは、枝木や松明、さらにはピッチを満載した荷船を速やかに用意し、浅瀬で揺れ動いている船に火を放った。
§13.13.7ὧν ἀναφθεισῶν οἱ μὲν Ἀθηναῖοι ταχέως τήν τε φλόγα κατέσβεσαν καὶ ἀπὸ τῶν νεῶν ἐρρωμένως ἠμύναντο τοὺς ἐπιφερομένους, ἄλλην οὐδεμίαν εὑρίσκοντες σωτηρίαν·
船が燃え上がると、アテナイ人たちは素早く火を消し止め、船上から襲撃者たちに対して力強く抵抗した。 他に生き残る道はなかったからである。
τὰ δὲ πεζὰ στρατόπεδα παρεβοήθει παρὰ τὸν αἰγιαλόν, ἐφʼ ὃν αἱ ναῦς ἐξεπεπτώκεισαν.
一方、陸上部隊は、船が乗り上げた海岸に沿って救援に駆けつけた。
§13.13.8ἁπάντων δὲ καρτερῶς ὑπομενόντων τὸν κίνδυνον, ἐπὶ μὲν τῆς γῆς ἐτράπησαν οἱ Συρακόσιοι, κατὰ θάλατταν δὲ προτερήσαντες ἀπέπλευσαν εἰς τὴν πόλιν.
全員が頑強に危険に耐え抜いたため、陸上ではシラクサ人たちが敗走したものの、海上では彼らが優勢となって市へと帰還した。
ἀπώλοντο δὲ τῶν μὲν Συρακοσίων ὀλίγοι, τῶν δʼ Ἀθηναίων ἄνδρες μὲν οὐκ ἐλάττους δισχιλίων, τριήρεις δʼ ὀκτωκαίδεκα.
シラクサ側の死者はわずかであったが、アテナイ側は二千人を下らない兵士と、十八隻の三段櫂船を失った。

語釈・文法注

  1. §13.13.3ὑπερτεινούσης δὲ τῆς τῶν Ἀθηναίων φάλαγγος διὰ τὸ πλείοσιν αὐτοὺς ἀγωνίζεσθαι τριήρεσιν, οὐχ ἥκιστή καθʼ ὃ πλεονεκτεῖν ἐδόκουν κατὰ τοῦτο ἠλαττώθησαν. — 属格絶対格「ὑπερτεινούσης...」に始まり、直後の「διὰ τὸ...」の動名詞句がその原因を示す。対比を示す「καθʼ ὃ... κατὰ τοῦτο」の構造は「彼らが優勢であると思われた(その点)において、まさにその点において彼らは敗北した」という逆説的な論理展開を強調している。
  2. §13.13.5τόν τε στρατηγὸν ἀνῃρῆσθαι καί τινας ναῦς ἀπολωλέναι — 名詞「λόγος」(噂、知らせ)と同格の関係にある対格不定法構文。「ἀνῃρῆσθαι」(ἀναιρέωの完了受動不定法)と「ἀπολωλέναι」(ἀπόλλυμιの完了能動不定法)がそれぞれ主語を伴って「将軍が殺され、かつ一部の船が失われたという(噂)」という内容を表す。

この箇所を引用する

シケリアのディオドロス, 歴史叢書 §13.13.1-13.13.8. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:13.13.1-13.13.8

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。