§13.12.1Ἀθηναῖοι δέ, τῶν πραγμάτων αὐτοῖς ἐπὶ τὸ χεῖρον ἐκβάντων καὶ διὰ τὸ τὸν περικείμενον τόπον ὑπάρχειν ἑλώδη λοιμικῆς καταστάσεως εἰς τὸ στρατόπεδον ἐμπεσούσης, ἐβουλεύοντο, πῶς δεῖ χρῆσθαι τοῖς πράγμασιν.
アテナイ人たちは、事態が自分たちにとって悪化し、また周辺の土地が湿地帯であるために陣営に疫病が流行し始めたことから、この事態にどう対処すべきかを協議した。
§13.12.2Δημοσθένης μὲν οὖν ᾤετο δεῖν ἀποπλεῖν τὴν ταχίστην εἰς Ἀθήνας φάσκων αἱρετώτερον εἶναι πρὸς Λακεδαιμονίους ὑπὲρ τῆς πατρίδος κινδυνεύειν ἢ καθημένους εἰς Σικελίαν μηδὲν τῶν χρησίμων ἐπιτελεῖν·
そこでデモステネスは、シケリアに留まって何ら有益なことを行わないでいるよりも、祖国のためにスパルタ人を相手に危険を冒す方が望ましいと主張して、一刻も早くアテナイへ出航すべきだと考えた。
ὁ δὲ Νικίας οὐκ ἔφη δεῖν αἰσχρῶς οὕτως ἐγκαταλιπεῖν τὴν πολιορκίαν, καὶ τριήρων καὶ στρατιωτῶν, ἔτι δὲ χρημάτων εὐποροῦντας·
これに対してニキアスは、三段櫂船も兵士も、さらには資金も豊富にあるのだから、このように恥ずべき形で包囲戦を放棄すべきではないと言った。
πρὸς δὲ τούτοις, ἐὰν ἄνευ τῆς τοῦ δήμου γνώμης εἰρήνην ποιησάμενοι πρὸς τοὺς Συρακοσίους ἀποπλεύσωσιν εἰς τὴν πατρίδα, κίνδυνον αὐτοῖς ἐπακολουθήσειν ἀπὸ τῶν εἰωθότων τοὺς στρατηγοὺς συκοφαντεῖν.
さらにこれに加えて、もし民衆の合意なしにシラクサ人と和約を結んで祖国へと出航するならば、将軍たちを中傷することを常とする者たちから自分たちに危険が及ぶことになるだろうと主張した。
§13.12.3τῶν δὲ εἰς τὸ συμβούλιον παρειλημμένων οἱ μὲν τῷ Δημοσθένει συγκατέθεντο περὶ τῆς ἀναγωγῆς, οἱ δὲ τῷ Νικίᾳ τὴν αὐτὴν γνώμην ἀπεφαίνοντο·
評議会に招集された者たちのうち、ある者は撤退に関してデモステネスに同意し、別の者はニキアスと同じ意見を表明した。
διόπερ οὐδὲν σαφὲς ἐπικρίναντες ἐφʼ ἡσυχίας ἔμενον.
そのため、彼らは何の明確な決定も下さずに、そのまま留まっていた。
§13.12.4τοῖς δὲ Συρακοσίοις παραγενομένης συμμαχίας παρά τε Σικελῶν καὶ Σελινουντίων, ἔτι δὲ Γελῴων, πρὸς δὲ τούτοις Ἱμεραίων καὶ Καμαριναίων, οἱ μὲν Συρακόσιοι μᾶλλον ἐθάρρουν, οἱ δʼ Ἀθηναῖοι περιδεεῖς ἐγίνοντο.
しかし、シラクサ人たちのもとにシケロス人やセリヌス人、さらにはゲラ人、加えてヒメラ人やカマリナ人からの同盟軍が到着すると、シラクサ人たちはよりいっそう勇気づけられたが、アテナイ人たちは恐怖に陥った。
τῆς δὲ νόσου μεγάλην ἐπίτασιν λαμβανούσης πολλοὶ τῶν στρατιωτῶν ἀπέθνησκον, καὶ πάντες μετεμέλοντο διὰ τὸ μὴ πάλαι τὸν ἀπόπλουν πεποιῆσθαι.
疫病がさらに激しさを増す中で多くの兵士が死亡し、誰もがもっと早く撤退を実行しなかったことを悔やんだ。
§13.12.5διὸ καὶ τοῦ πλήθους θορυβοῦντος, καὶ τῶν ἄλλων πάντων ἐπὶ τὰς ναῦς ὁρμώντων, ὁ Νικίας ἠναγκάσθη συγχωρῆσαι περὶ τῆς εἰς οἶκον ἀναγωγῆς.
そのため、兵士の群衆が騒ぎ立て、他のすべての者たちが船へと押し寄せたため、ニキアスも故郷への撤退を承認せざるを得なくなった。
ὁμογνωμόνων δὲ ὄντων τῶν στρατηγῶν, οἱ στρατιῶται τὰ σκεύη ἐνετίθεντο καὶ τὰς τριήρεις πληρώσαντες ᾖρον τὰς κεραίας·
将軍たちの意見が一致すると、兵士たちは荷物を積み込み、三段櫂船に乗船して帆桁を上げた。
καὶ παρήγγειλαν οἱ στρατηγοὶ τοῖς πλήθεσιν, ὅταν σημήνῃ, μηδένα τῶν κατὰ τὸ στρατόπεδον ὑστερεῖν, ὡς ἀπολειφθησόμενον τὸν βραδύνοντα.
そして将軍たちは群衆に対し、合図があったなら陣営にいる者は誰も遅れてはならない、遅れた者は置き去りにされるだろうと告げた。
§13.12.6μελλόντων δʼ αὐτῶν τῇ ὑστεραίᾳ πλεῖν, ἐξέλιπεν ἡ σελήνη τῆς ἐπιούσης νυκτός.
彼らが翌日に出航しようとしていたとき、その迫り来る夜に月食が起こった。
διόπερ ὁ Νικίας, καὶ φύσει δεισιδαίμων ὑπάρχων καὶ διὰ τὴν ἐν τῷ στρατοπέδῳ νόσον εὐλαβῶς διακείμενος, συνεκάλεσε τοὺς μάντεις.
そのため、生まれつき迷信深く、また陣営の疫病のために神罰を恐れる状態にあったニキアスは、占い師たちを招集した。
τούτων δʼ ἀποφηναμένων ἀναγκαῖον εἶναι τὰς εἰθισμένας τρεῖς ἡμέρας ἀναβαλέσθαι τὸν ἔκπλουν, ἠναγκάσθησαν καὶ οἱ περὶ τὸν Δημοσθένην συγκαταθέσθαι διὰ τὴν πρὸς τὸ θεῖον εὐλάβειαν.
彼らが、慣例となっている3日間のあいだ出航を延期することが不可欠であると表明したため、デモステネスの一派も神への畏敬から同意せざるを得なかった。