§13.11.1τῶν δὲ Συρακοσίων ἐπηρμένων ταῖς ἐλπίσι διὰ τὸ καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν τοὺς πολεμίους νενικηκέναι, παρῆν Εὐρυμέδων καὶ Δημοσθένης, καταπεπλευκότες μὲν ἐξ Ἀθηνῶν μετὰ δυνάμεως πολλῆς, ἐν δὲ τῷ παράπλῳ παρὰ Θουρίων καὶ Μεσσαπίων προσειληφότες συμμαχίαν.
シラクサ人たちが、陸上でも海上でも敵に勝利したことで希望に満ちあふれていたところへ、エウリュメドンとデモステネスが到着した。 彼らは多大な軍勢を率いてアテナイから出航し、その航路の途中でトゥリオイ人とメッサピオイ人から同盟軍を加えていた。
§13.11.2ἦγον δὲ τριήρεις πλείους τῶν ὀγδοήκοντα, στρατιωτῶν δὲ χωρὶς τῶν ἐν τοῖς πληρώμασι πεντακισχιλίους·
彼らは80隻以上の三段櫂船を率い、乗組員を除いて5000人の兵士を擁していた。
ὅπλα δὲ καὶ χρήματα, πρὸς δὲ τούτοις τὰ πρὸς πολιορκίαν ὄργανα καὶ τὴν ἄλλην παρασκευὴν ἐν στρογγύλοις πλοίοις ἐκόμιζον.
また、武器や資金、さらには包囲戦用の器具やその他の軍備を丸船で運んでいた。
διʼ ἣν αἰτίαν οἱ Συρακόσιοι πάλιν ἐταπεινοῦντο ταῖς ἐλπίσι, νομίζοντες μηκέτι ῥᾳδίως ἐξισωθῆναι τοῖς πολεμίοις δυνήσεσθαι.
このため、シラクサ人は再び希望を失い、もはや敵と容易に対等に渡り合うことはできないだろうと考えた。
§13.11.3Δημοσθένης δὲ πείσας τοὺς συνάρχοντας ἐπιθέσθαι ταῖς Ἐπιπολαῖς—ἄλλως γὰρ οὐ δυνατὸν ἦν ἀποτειχίσαι τὴν πόλιν—, ἀναλαβὼν μυρίους μὲν ὁπλίτας, ἄλλους δὲ τοσούτους ψιλούς, νυκτὸς ἐπέθετο τοῖς Συρακοσίοις.
デモステネスは共同指揮官たちを説得してエピポライを攻撃することに同意させた。 ――というのも、他の方法では都市を包囲壁で囲むことは不可能だったからである――。 彼は1万人の重装歩兵と、さらに同数の軽装歩兵を率いて、夜間にシラクサ人への攻撃を仕掛けた。
ἀπροσδοκήτου δὲ γενομένης τῆς ἐφόδου φρουρίων τέ τινων ἐκράτησαν καὶ παρεισπεσόντες ἐντὸς τοῦ τειχίσματος τῆς Ἐπιπολῆς μέρος τι τοῦ τείχους κατέβαλον.
この襲撃は予期せぬものであったため、彼らはいくつかの砦を占拠し、エピポライの防壁の内側へと侵入して、壁の一部を破壊した。
§13.11.4τῶν δὲ Συρακοσίων πανταχόθεν συνδραμόντων ἐπὶ τὸν τόπον, ἔτι δὲ Ἑρμοκράτους μετὰ τῶν ἐπιλέκτων ἐπιβοηθήσαντος, ἐξεώσθησαν οἱ Ἀθηναῖοι καὶ νυκτὸς οὔσης διὰ τὴν ἀπειρίαν τῶν τόπων ἄλλοι κατʼ ἄλλους τόπους ἐσκεδάσθησαν.
しかし、シラクサ人たちが四方からその場所に駆けつけ、さらにヘルモクラテスが精鋭部隊を率いて救援に駆けつけたため、アテナイ人は押し戻された。 そして夜の暗闇であったため、土地の不案内から、ある者はあちらへ、別の者は別の場所へと散りぢりになった。
§13.11.5οἱ δὲ Συρακόσιοι μετὰ τῶν συμμάχων καταδιώξαντες, δισχιλίους μὲν καὶ πεντακοσίους τῶν πολεμίων ἀποκτείναντες, οὐκ ὀλίγους δὲ τραυματίας ποιήσαντες, πολλῶν ὅπλων ἐκυρίευσαν.
シラクサ人は同盟軍とともに彼らを追撃し、敵のうち2500人を殺害し、多くの者を負傷させ、多数の武具を手に入れた。
§13.11.6μετὰ δὲ τὴν μάχην Συρακόσιοι μὲν Σικανὸν ἕνα τῶν στρατηγῶν μετὰ δώδεκα τριήρων ἀπέστειλαν εἰς τὰς ἄλλας πόλεις, τήν τε νίκην ἀπαγγελοῦντα τοῖς συμμάχοις καὶ βοηθεῖν ἀξιοῦντα.
戦闘の後、シラクサ人は将軍の一人シカノスを12隻の三段櫂船とともに他の都市へと派遣し、同盟国に勝利を報告するとともに、援助を要請させた。