Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §13.12.1-13.12.6

撤军之议与因月食推迟启航

第 191 段,共 723 段 · 希腊语

内容简介

由于战况恶化和疫病爆发,德摩斯梯尼提议撤军,但尼基阿斯表示反对。当面对获得援军的叙拉古人,雅典人最终决定撤退时,却因发生月食,尼基阿斯决定推迟启航。

§13.12.1Ἀθηναῖοι δέ, τῶν πραγμάτων αὐτοῖς ἐπὶ τὸ χεῖρον ἐκβάντων καὶ διὰ τὸ τὸν περικείμενον τόπον ὑπάρχειν ἑλώδη λοιμικῆς καταστάσεως εἰς τὸ στρατόπεδον ἐμπεσούσης, ἐβουλεύοντο, πῶς δεῖ χρῆσθαι τοῖς πράγμασιν.
至于雅典人,由于事态对他们而言急转直下,且因周边地带多为沼泽,导致营中爆发了疫病,于是他们便商议应当如何应对这一局面。
§13.12.2Δημοσθένης μὲν οὖν ᾤετο δεῖν ἀποπλεῖν τὴν ταχίστην εἰς Ἀθήνας φάσκων αἱρετώτερον εἶναι πρὸς Λακεδαιμονίους ὑπὲρ τῆς πατρίδος κινδυνεύειν ἢ καθημένους εἰς Σικελίαν μηδὲν τῶν χρησίμων ἐπιτελεῖν· ὁ δὲ Νικίας οὐκ ἔφη δεῖν αἰσχρῶς οὕτως ἐγκαταλιπεῖν τὴν πολιορκίαν, καὶ τριήρων καὶ στρατιωτῶν, ἔτι δὲ χρημάτων εὐποροῦντας·
于是,德摩斯梯尼认为应当尽快启航返回雅典,他声称为了祖国而与拉刻代蒙人交战冒险,比起在西西里坐以待毙、无所作为更为可取;然而尼基阿斯却宣称,既然他们还拥有充足的三列桨战船、士兵以及资金,就不应当如此耻辱地放弃包围。
πρὸς δὲ τούτοις, ἐὰν ἄνευ τῆς τοῦ δήμου γνώμης εἰρήνην ποιησάμενοι πρὸς τοὺς Συρακοσίους ἀποπλεύσωσιν εἰς τὴν πατρίδα, κίνδυνον αὐτοῖς ἐπακολουθήσειν ἀπὸ τῶν εἰωθότων τοὺς στρατηγοὺς συκοφαντεῖν.
此外他还指出,如果他们在未经民众大会同意的情况下便与叙拉古人媾和并启航回国,那些惯于诬告将军的人将会给他们带来危险。
§13.12.3τῶν δὲ εἰς τὸ συμβούλιον παρειλημμένων οἱ μὲν τῷ Δημοσθένει συγκατέθεντο περὶ τῆς ἀναγωγῆς, οἱ δὲ τῷ Νικίᾳ τὴν αὐτὴν γνώμην ἀπεφαίνοντο· διόπερ οὐδὲν σαφὲς ἐπικρίναντες ἐφʼ ἡσυχίας ἔμενον.
在被召集参与会议的人中,有的人同意德摩斯梯尼关于撤军的主张,有的人则表达了与尼基阿斯相同的意见;因此,他们没有做出任何明确的决定,只是原地待命。
§13.12.4τοῖς δὲ Συρακοσίοις παραγενομένης συμμαχίας παρά τε Σικελῶν καὶ Σελινουντίων, ἔτι δὲ Γελῴων, πρὸς δὲ τούτοις Ἱμεραίων καὶ Καμαριναίων, οἱ μὲν Συρακόσιοι μᾶλλον ἐθάρρουν, οἱ δʼ Ἀθηναῖοι περιδεεῖς ἐγίνοντο.
随后,当西西里人、塞利努斯人、以及杰拉人,外加希梅拉人和卡马里纳人的盟军前来支援叙拉古人时,叙拉古人信心大增,而雅典人则陷入了极度恐慌。
τῆς δὲ νόσου μεγάλην ἐπίτασιν λαμβανούσης πολλοὶ τῶν στρατιωτῶν ἀπέθνησκον, καὶ πάντες μετεμέλοντο διὰ τὸ μὴ πάλαι τὸν ἀπόπλουν πεποιῆσθαι.
随着疫病急剧恶化,许多士兵相继死去,所有人都后悔没有早些实行撤军。
§13.12.5διὸ καὶ τοῦ πλήθους θορυβοῦντος, καὶ τῶν ἄλλων πάντων ἐπὶ τὰς ναῦς ὁρμώντων, ὁ Νικίας ἠναγκάσθη συγχωρῆσαι περὶ τῆς εἰς οἶκον ἀναγωγῆς.
因此,在众兵士鼓噪喧哗、其余所有人纷纷奔向船只的情况下,尼基阿斯被迫同意撤回祖国。
ὁμογνωμόνων δὲ ὄντων τῶν στρατηγῶν, οἱ στρατιῶται τὰ σκεύη ἐνετίθεντο καὶ τὰς τριήρεις πληρώσαντες ᾖρον τὰς κεραίας· καὶ παρήγγειλαν οἱ στρατηγοὶ τοῖς πλήθεσιν, ὅταν σημήνῃ, μηδένα τῶν κατὰ τὸ στρατόπεδον ὑστερεῖν, ὡς ἀπολειφθησόμενον τὸν βραδύνοντα.
在将军们达成一致意见后,士兵们便装载行装,并在让三列桨战船满员后升起了帆桁;将军们也对众人下令:一旦信号发出,营中任何人都不得落后,因为行动迟缓者将会被抛下。
§13.12.6μελλόντων δʼ αὐτῶν τῇ ὑστεραίᾳ πλεῖν, ἐξέλιπεν ἡ σελήνη τῆς ἐπιούσης νυκτός.
就在他们打算在次日启航时,紧接而来的夜里发生了月食。
διόπερ ὁ Νικίας, καὶ φύσει δεισιδαίμων ὑπάρχων καὶ διὰ τὴν ἐν τῷ στρατοπέδῳ νόσον εὐλαβῶς διακείμενος, συνεκάλεσε τοὺς μάντεις.
因此,天性迷信且因营中疫病而心存敬畏的尼基阿斯召集了占卜者。
τούτων δʼ ἀποφηναμένων ἀναγκαῖον εἶναι τὰς εἰθισμένας τρεῖς ἡμέρας ἀναβαλέσθαι τὸν ἔκπλουν, ἠναγκάσθησαν καὶ οἱ περὶ τὸν Δημοσθένην συγκαταθέσθαι διὰ τὴν πρὸς τὸ θεῖον εὐλάβειαν.
当这些人声称必须将航行延期惯常的三天时,德摩斯梯尼及其部下也因对神明的敬畏而不得不表示同意。

词汇与语法注释

  1. 13.12.1λοιμικῆς καταστάσεως εἰς τὸ στρατόπεδον ἐμπεσούσης — 独立属格结构。它与前文表示原因的介词短语 `διὰ τὸ τὸν περικείμενον τόπον ὑπάρχειν ἑλώδη`(因周边地带多为沼泽)并列,指出了促使雅典人商议撤退的另一个物理原因。
  2. 13.12.2κίνδυνον αὐτοῖς ἐπακολουθήσειν — 对格不定词结构,属于由 `οὐκ ἔφη`(说不应该)引导的间接引语。然而,此不定词从句并不受否定词 `οὐκ` 的制约,而是仅继承了 `ἔφη`(说/声称)的肯定语气,意为“危险将会随之而来”。
  3. 13.12.5ὡς ἀπολειφθησόμενον τὸν βραδύνοντα — 带连词 `ὡς` 的将来时分词对格,用于表达主观原因、意图或警告。分词 `ἀπολειφθησόμενον`(将被抛下)的语法主语是名词化分词 `τὸν βραδύνοντα.`(行动迟缓者)。此处采用对格,是因为在语法上受到了前文间接命令句 `μηδένα ... ὑστερεῖν` 中作主语的对格 `μηδένα` 的吸引与同调。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §13.12.1-13.12.6. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:13.12.1-13.12.6

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。