§13.107.1Ἀθηναῖοι δὲ τὴν τῶν δυνάμεων φθορὰν ἀκούσαντες τοῦ μὲν ἀντέχεσθαι τῆς θαλάττης ἀπέστησαν, περὶ δὲ τὴν τῶν τειχῶν κατασκευὴν ἐγίνοντο καὶ τοὺς λιμένας ἀπεχώννυον, ἐλπίζοντες, ὅπερ ἦν εἰκός, εἰς πολιορκίαν καταστήσεσθαι.
アテナイ人たちは軍勢の破滅を聞き、海を維持することをあきらめ、城壁の構築に専念し、港を塞いだ。 自分たちが、予想通り、包囲戦に陥るであろうと考えたからである。
§13.107.2εὐθὺ γὰρ οἱ μὲν τῶν Λακεδαιμονίων βασιλεῖς Ἆγις καὶ Παυσανίας μετὰ πολλῆς δυνάμεως ἐμβαλόντες εἰς τὴν Ἀττικὴν πρὸς τοῖς τείχεσιν ἐστρατοπέδευον, Λύσανδρος δὲ πλέον ἢ διακοσίαις τριήρεσιν εἰς τὸν Πειραιέα κατέπλευσεν.
というのも、ただちにラケダイモン人の王たちアギスとパウサニアスが大軍を率いてアッティカに侵入し、城壁の近くに陣を敷き、リサンドロスは200隻以上の三段櫂船を率いてペイライエウスに入港したからである。
οἱ δʼ Ἀθηναῖοι τηλικούτοις περιεχόμενοι κακοῖς ὅμως ἀντεῖχον, καὶ ῥᾳδίως τὴν πόλιν παρεφύλαττον ἐπί τινα χρόνον.
だがアテナイ人たちは、これほど大きな災厄に囲まれながらも、なお持ちこたえ、しばらくの間は容易に都市を守り抜いた。
§13.107.3τοῖς δὲ Πελοποννησίοις ἔδοξεν, ἐπείπερ δυσχερὴς ἦν ἡ πολιορκία, τὰς μὲν δυνάμεις ἀπαγαγεῖν ἐκ τῆς Ἀττικῆς, ταῖς δὲ ναυσὶ μακρὰν ἐφεδρεύειν, ὅπως αὐτοῖς μὴ παρακομισθῇ σῖτος.
しかし、ペロポネソス人たちには、包囲戦が困難であったため、軍勢をアッティカから撤退させ、船によって遠くから監視を続け、アテナイ人たちに食糧が運び込まれないようにすることが最善と思われた。
§13.107.4οὗ συντελεσθέντος, οἱ μὲν Ἀθηναῖοι εἰς δεινὴν σπάνιν ἐνέπεσον ἁπάντων μέν, μάλιστα δὲ τροφῆς διὰ τὸ ταύτην ἀεὶ κατὰ θάλατταν αὐτοῖς κομίζεσθαι.
これが実行されると、アテナイ人たちはあらゆるものの、特に食糧の深刻な不足に陥った。 食糧は常に海路で彼らに運ばれていたからである。
ἐπιτείνοντος δὲ τοῦ δεινοῦ καθʼ ἡμέραν, ἡ μὲν πόλις ἔγεμε νεκρῶν, οἱ δὲ λοιποὶ διαπρεσβευσάμενοι πρὸς Λακεδαιμονίους συνέθεντο τὴν εἰρήνην, ὥστε τὰ μακρὰ σκέλη καὶ τὰ τείχη τοῦ Πειραιέως περιελεῖν, καὶ μακρὰς ναῦς μὴ πλεῖον ἔχειν δέκα, τῶν δὲ πόλεων πασῶν ἐκχωρῆσαι καὶ Λακεδαιμονίοις ἡγεμόσι χρῆσθαι.
惨状が日に日に増すにつれ、都市は死者で満ちあふれ、生き残った人々はラケダイモン人たちに使節を送って和平を結んだ。 その条件は、長城とペイライエウスの城壁を破壊し、軍船を10隻より多く持たず、すべての都市から退去し、ラケダイモン人を指導者として戴くというものであった。
§13.107.5ὁ μὲν οὖν Πελοποννησιακὸς πόλεμος, μακρότατος γενόμενος ὧν ἴσμεν, τοιοῦτον ἔσχε τὸ τέλος, ἔτη διαμείνας ἑπτὰ πρὸς τοῖς εἴκοσι.
こうして、我々の知る中で最も長期に及んだペロポネソス戦争は、27年間続いて、このような結末を迎えた。