Humanitext Reader

シケリアのディオドロス · 歴史叢書 §13.108.1-13.108.9

ヒミルコのゲラ侵攻とゲラ市民の頑強な防戦

287 / 723 箇所 · ギリシア語

要旨

アジアの王ダレイオスの死と後継者の即位に触れた後、シケリアにおけるカルタゴの指導者ヒミルコによるゲラ侵攻とアポロン像掠奪の逸話、および城壁破壊にも屈せず勇敢に防戦するゲラ市民の様子を描く。

§13.108.1μικρὸν δὲ τῆς εἰρήνης ὕστερον ἐτελεύτησε Δαρεῖος ὁ τῆς Ἀσίας βασιλεύς, ἄρξας ἔτη ἐννεακαίδεκα, τὴν δʼ ἡγεμονίαν διεδέξατο τῶν υἱῶν ὁ πρεσβύτατος Ἀρταξέρξης καὶ ἦρξεν ἔτη τρία πρὸς τοῖς τεσσαράκοντα.
和平の少し後に、アジアの王ダレイオスが、十九年間統治した後に死去した。 その支配権は、息子のうち最年長のアクタクセルクセスが継承し、四十三年間統治した。
καθʼ ὃν δὴ χρόνον καὶ Ἀντίμαχον τὸν ποιητὴν Ἀπολλόδωρος ὁ Ἀθηναῖός φησιν ἠνθηκέναι.
まさにこの時期に、詩人アンティマコスが全盛期を迎えていたと、アテナイのアポロドロスは言っている。
§13.108.2κατὰ δὲ τὴν Σικελίαν Ἰμίλκων ὁ τῶν Καρχηδονίων ἀφηγούμενος ἀρχομένου τοῦ θέρους τὴν μὲν τῶν Ἀκραγαντίνων πόλιν κατέσκαψε, τῶν δʼ ἱερῶν, ὅσα μηδʼ ἱκανῶς ὑπὸ τοῦ πυρὸς ἐδόκει διεφθάρθαι, τὰς γλυφὰς καὶ τὰ περιττοτέρως εἰργασμένα περιέκοψεν·
シケリアにおいては、カルタゴ人の指導者ヒミルコが、夏の初めにアクラガス人たちの都市を破壊し、神殿のうちで火災によって十分に破壊されていないと思われたものの、その彫刻や非常に精緻に作られた部分を削り取った。
αὐτόθε δʼ ἀναλαβὼν ἅπασαν τὴν δύναμιν ἐνέβαλεν εἰς τὴν τῶν Γελῴων χώραν.
そして、そこから全軍を率いてゲラ人の領土へと侵入した。
§13.108.3ἐπελθὼν δὲ ταύτην πᾶσαν καὶ τὴν Καμαριναίαν, πλῆρες ἐποίησε τὸ στράτευμα παντοίας ὠφελείας.
彼はこの領地全体とカマリナの領地を襲撃し、軍勢をあらゆる戦利品で満たした。
μετὰ δὲ ταῦτα ἐπὶ Γέλαν πορευθεὶς παρὰ τὸν ὁμώνυμον ποταμὸν τῇ πόλει κατεστρατοπέδευσεν.
その後、ゲラに向けて進軍し、都市と同名の川のそばに陣を敷いた。
§13.108.4ἐχόντων δὲ τῶν Γελῴων ἐκτὸς τῆς πόλεως Ἀπόλλωνος ἀνδριάντα χαλκοῦν σφόδρα μέγαν, συλήσαντες αὐτὸν ἀπέστειλαν εἰς τὴν Τύρον.
ゲラ人たちは都市の外に非常に巨大なアポロンの青銅像を持っていたが、彼ら(カルタゴ人)はこれを略奪してティロスに送った。
τοῦτον μὲν οἱ Γελῷοι κατὰ τὸν τοῦ θεοῦ χρησμὸν ἀνέθηκαν, οἱ δὲ Τύριοι καθʼ ὃν καιρὸν ὕστερον ὑπʼ Ἀλεξάνδρου τοῦ Μακεδόνος ἐπολιορκοῦντο, καθύβριζον ὡς συναγωνιζόμενον τοῖς πολεμίοις·
この像をゲラ人は神の神託に従って奉納したのであるが、ティロス人は、のちにマケドニアのアレクサンドロスによって包囲された際、この像が敵に味方しているとして虐待した。
Ἀλεξάνδρου δʼ ἑλόντος τὴν πόλιν,ὡς Τίμαιός φησι, κατὰ τὴν ὁμώνυμον ἡμέραν καὶ τὴν αὐτὴν ὥραν ἐν ᾗ Καρχηδόνιοι τὸν Ἀπόλλωνα περὶ Γέλαν ἐσύλησαν, συνέβη τιμηθῆναι θυσίαις καὶ προσόδοις ταῖς μεγίσταις ὑπὸ τῶν Ἑλλήνων, ὡς αἴτιον γεγενημένον τῆς ἁλώσεως.
しかし、ティマイオスが言うには、アレクサンドロスが都市を陥落させたとき、カルタゴ人がゲラ近辺でアポロン像を略奪したのと同名の日、同じ時刻においてであったが、この像はギリシア人たちによって、陥落の原因となったとして、最大の犠牲と行列によって崇められることになった。
§13.108.5ταῦτα μὲν οὖν, καίπερ ἐν ἄλλοις πραχθέντα χρόνοις, οὐκ ἀνεπιτήδειον ἡγησάμεθα παρʼ ἄλληλα θεῖναι διὰ τὸ παράδοξον.
これらのことは、別の時期に起こったことではあるが、その驚くべき性質のために、並べて置くのが不適当ではないと考えた。
οἱ δʼ οὖν Καρχηδόνιοι δενδροτομοῦντες τὴν χώραν τάφρον περιεβάλοντο τῇ στρατοπεδείᾳ·
さて、カルタゴ人たちは領土の樹木を切り倒して、陣営の周りに堀を巡らせた。
προσεδέχοντο γὰρ τὸν Διονύσιον ἥξειν μετὰ δυνάμεως πολλῆς βοηθήσοντα τοῖς κινδυνεύουσιν.
彼らは、ディオニュシオスが大軍を率いて危機に瀕している人々を救援しにやって来ることを予期していたからである。
§13.108.6οἱ δὲ Γελῷοι τὸ μὲν πρῶτον ἐψηφίσαντο τέκνα καὶ γυναῖκας εἰς Συρακούσας ὑπεκθέσθαι διὰ τὸ μέγεθος τοῦ προσδοκωμένου κινδύνου·
ゲラ人たちは、最初は予想される危機の大きさのために、子供や妻たちをシュラクサイへ避難させることを決議した。
τῶν δὲ γυναικῶν ἐπὶ τοὺς κατὰ τὴν ἀγορὰν βωμοὺς καταφυγουσῶν καὶ δεομένων τῆς αὐτῆς τοῖς ἀνδράσι τύχης κοινωνῆσαι, συνεχώρησαν.
しかし、女性たちが広場にある祭壇に逃れ、夫たちと同じ運命を共にすることを嘆願したため、彼らはこれを認めた。
§13.108.7μετὰ δὲ ταῦτα τάξεις ποιησάμενοι πλείστας, κατὰ μέρος τοὺς στρατιώτας ἀπέστελλον ἐπὶ τὴν χώραν·
その後、多くの部隊を編成し、交代で兵士たちを領内へ派遣した。
οὗτοι δʼ ἐμπειρίαν ἔχοντες ἐπετίθεντο τοῖς πλανωμένοις τῶν πολεμίων, καὶ πολλοὺς μὲν αὐτῶν καθʼ ἡμέραν ἀνῆγον ζῶντας, οὐκ ὀλίγους δὲ ἀνῄρουν.
彼らは土地の経験があったため、敵の散開している者たちに襲いかかり、毎日その多くを生け捕りにして連れ帰り、少なからぬ者を殺害した。
§13.108.8τῶν δὲ Καρχηδονίων ἀπὸ μέρους προσβαλλόντων τῇ πόλει καὶ τοῖς κριοῖς καταβαλλόντων τὰ τείχη γενναίως ἠμύνοντο·
カルタゴ人たちが一部から都市を攻撃し、破城槌で城壁を打ち倒したとき、彼らは勇敢に防戦した。
τά τε γὰρ ἐφʼ ἡμέρας πίπτοντα τῶν τειχῶν νυκτὸς ἀνῳκοδόμουν, συνυπηρετουσῶν τῶν γυναικῶν καὶ παίδων·
というのも、日中に崩れ落ちた城壁を彼らは夜の間に再建し、女性や子供たちも手伝ったからである。
οἱ μὲν γὰρ ἀκμάζοντες ταῖς ἡλικίαις ἐν τοῖς ὅπλοις ὄντες διετέλουν μαχόμενοι, τὸ δʼ ἄλλο πλῆθος τοῖς ἔργοις καὶ ταῖς ἄλλαις παρασκευαῖς προσήδρευε μετὰ πάσης προθυμίας·
血気盛んな若者たちは武装して戦い続け、その他の民衆はあらゆる熱意をもって、土木工事やその他の準備に専念していた。
§13.108.9τὸ δὲ σύνολον οὕτως ἐδέξαντο τὴν ἔφοδον τῶν Καρχηδονίων εὐρώστως, ὥστε καὶ πόλιν ἀνώχυρον ἔχοντες καὶ συμμάχων ὄντες ἔρημοι, πρὸς δὲ τούτοις τὰ τείχη θεωροῦντες πίπτοντα κατὰ πλείονας τόπους, οὐ κατεπλάγησαν τὸν περιεστῶτα κίνδυνον.
要するに、彼らはカルタゴ人の襲撃を非常に力強く受け止めたので、都市の防御が不十分であり、同盟国もなく、さらに多くの場所で城壁が崩れ落ちるのを目にしていながらも、直面している危機にひるまなかった。

語釈・文法注

  1. 13.108.4ἐχόντων δὲ τῶν Γελῴων... συλήσαντες — ἐχόντων δὲ τῶν Γελῴων... は属格絶対を形成しているが、主節の主動詞 ἀπέστειλαν の主格分詞である συλήσαντες の主語は、直前の「ゲラ人たち」ではなく、文脈から明らかである「カルタゴ人たち(前節の主語)」である。属格絶対の主語と主節の主語(この場合は暗黙の代名詞)が不一致になっている構文上の離隔を示す。
  2. 13.108.4ὡς αἴτιον γεγενημένον — 主観的理由を示す接続詞 ὡς を伴う対格分詞であり、非人称動詞 συνέβη の対格主語である τὸν Ἀπόλλωνα(「アポロン像が…」)に一致している。「陥落の原因となった(と見なされた)として」と訳される。

この箇所を引用する

シケリアのディオドロス, 歴史叢書 §13.108.1-13.108.9. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:13.108.1-13.108.9

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。