§13.106.1ἐπεὶ δʼ οἱ μὲν πολέμιοι ναυμαχεῖν οὐκ ἤθελον, τὸ δὲ στρατόπεδον σιτοδεία κατεῖχε, Φιλοκλῆς ἐκείνην τὴν ἡμέραν ἀφηγούμενος τοῖς μὲν ἄλλοις τριηράρχοις προσέταξε πληρώσαντας τὰς τριήρεις ἀκολουθεῖν, αὐτὸς δʼ ἑτοίμας ἔχων ναῦς τριάκοντα τάχιον ἐξέπλευσεν.
敵が海戦を行うことを望まず、他方で陣営が食糧不足に陥っていたため、その日の指揮を執っていたフィロクレスは、他の三段櫂船の指揮官たちに、船員を満載して追随するよう命じ、自らは準備の整った30隻の船を率いてより早く出航した。
§13.106.2ὁ δὲ Λύσανδρος παρά τινων αὐτομόλων ταῦτʼ ἀκούσας, μετὰ πασῶν τῶν νεῶν ἀναχθεὶς καὶ τὸν Φιλοκλέα τρεψάμενος πρὸς τὰς ἄλλας ναῦς κατεδίωξεν.
リサンドロスは脱走兵たちからこのことを聞き、すべての船とともに出撃し、フィロクレスを退けて他の船のほうへ追いつめた。
§13.106.3οὔπω δὲ τῶν τριήρων τοῖς Ἀθηναίοις πεπληρωμένων θόρυβος κατεῖχεν ἅπαντας διὰ τὴν ἀπροσδόκητον ἐπιφάνειαν τῶν πολεμίων.
アテナイ人たちがまだ三段櫂船に船員を乗せきらないうちに、敵が予期せず出現したことによって、全員の間に混乱が広がった。
§13.106.4ὁ δὲ Λύσανδρος συνιδὼν τὴν τῶν ἐναντίων ταραχήν, Ἐτεόνικον μὲν μετὰ τῶν εἰωθότων πεζῇ μάχεσθαι ταχέως ἀπεβίβασεν·
リサンドロスは敵の混乱を察知すると、エテオニコスを徒歩での戦闘に慣れた兵たちとともに素早く上陸させた。
ὁ δὲ ὀξέως τῇ τοῦ καιροῦ ῥοπῇ χρησάμενος μέρος κατελάβετο τῆς παρεμβολῆς·
エテオニコスは機を素早く捉えて陣営の一部を占領した。
αὐτὸς δʼ ὁ Λύσανδρος ἁπάσαις ταῖς τριήρεσιν ἐξηρτυμέναις ἐπιπλεύσας, καὶ σιδηρᾶς ἐπιβαλὼν χεῖρας, ἀπέσπα τὰς ὁρμούσας ἐπὶ τῇ γῇ ναῦς.
リサンドロス自身は、すべての艤装を整えた三段櫂船を率いて襲撃し、鉄の鉤を投げかけて、陸地に停泊していた船を引きずり出した。
§13.106.5Ἀθηναῖοι δὲ τὸ παράδοξον ἐκπεπληγμένοι, καὶ μήτʼ ἀναχθῆναι ταῖς ναυσὶν ἀναστροφὴν ἔχοντες μήτε πεζῇ διαγωνίζεσθαι δυνάμενοι, βραχὺν ἀντισχόντες χρόνον ἐτράπησαν, εὐθὺ δʼ οἱ μὲν τὰς ναῦς, οἱ δὲ τὴν παρεμβολὴν ἐκλιπόντες ἔφυγον, ὅπου ποθʼ ἕκαστος ἤλπιζε σωθήσεσθαι.
アテナイ人たちはこの不意の事態に驚愕し、船で出航する余裕もなく、陸上で戦うこともできず、わずかな時間持ちこたえただけで敗走した。 ただちに、ある者は船を、別の者は陣営を捨てて逃亡し、それぞれが助かる見込みのある場所へと向かった。
§13.106.6τῶν μὲν οὖν τριήρων δέκα μόνον διεξέπεσον, ὧν μίαν ἔχων Κόνων ὁ στρατηγὸς τὴν μὲν εἰς Ἀθήνας ἐπάνοδον ἀπέγνω φοβηθεὶς τὴν ὀργὴν τοῦ δήμου, πρὸς Εὐαγόραν δὲ τὸν ἀφηγούμενον τῆς Κύπρου κατέφυγεν, ἔχων πρὸς αὐτὸν φιλίαν·
こうして、三段櫂船のうちわずか10隻だけが脱出に成功した。 そのうちの1隻を率いていた将軍コノンは、民衆の怒りを恐れてアテナイへの帰還を諦め、キプロスの支配者であったエウアゴラスのもとへ、彼と親交があったため亡命した。
τῶν δὲ στρατιωτῶν οἱ πλεῖστοι μὲν κατὰ γῆν φυγόντες εἰς Σηστὸν διεσώθησαν.
兵士の大部分は陸路で逃れてセストスへ無事にたどり着いた。
§13.106.7Λύσανδρος δὲ τὰς λοιπὰς ναῦς παραλαβὼν αἰχμαλώτους, καὶ ζωγρήσας Φιλοκλέα τὸν στρατηγόν, ἀπαγαγὼν εἰς Λάμψακον ἀπέσφαξεν.
リサンドロスは残りの船を捕獲し、将軍フィロクレスを捕虜とすると、ラムプサコスへ連行して処刑した。
μετὰ δὲ ταῦτʼ εἰς Λακεδαίμονα τοὺς τὴν νίκην ἀπαγγελοῦντας ἀπέστειλεν ἐπὶ τῆς κρατίστης τριήρους, κοσμήσας τοῖς πολυτελεστάτοις τὴν ναῦν ὅπλοις καὶ λαφύροις.
この後、最も優れた三段櫂船に最も高価な武具や戦利品を飾って、勝利を報告する使者をラケダイモンへと送り出した。
§13.106.8ἐπὶ δὲ τοὺς εἰς Σηστὸν καταφυγόντας Ἀθηναίους στρατεύσας τὴν μὲν πόλιν εἷλε, τοὺς δʼ Ἀθηναίους ὑποσπόνδους ἀφῆκεν.
セストスに逃れたアテナイ人たちに対して遠征して都市を占領したが、アテナイ人たちを協定のもとに釈放した。
εὐθὺς δὲ τῇ δυνάμει πλεύσας ἐπὶ Σάμον αὐτὸς μὲν ταύτην ἐπολιόρκει, Γύλιππον δὲ τὸν εἰς Σικελίαν τοῖς Συρακοσίοις τῷ ναυτικῷ συμπολεμήσαντα ἀπέστειλεν εἰς Σπάρτην τά τε λάφυρα κομίζοντα καὶ μετὰ τούτων ἀργυρίου τάλαντα χίλια καὶ πεντακόσια.
直ちに全軍でサモスへと航行し、自らはこれを包囲する一方、シケリアでシュラクサイ人のために海軍とともに戦ったギリップスを、戦利品を携え、これとともに1500タラントンの銀貨を持たせてスパルタに派遣した。
§13.106.9ὄντος δὲ τοῦ χρήματος ἐν σακίοις, καὶ ταῦτʼ ἔχοντος ἑκάστου σκυτάλην ἔχουσαν τὴν ἐπιγραφὴν τὸ πλῆθος τοῦ χρήματος δηλοῦσαν, ταύτην ἀγνοήσας ὁ Γύλιππος τὰ μὲν σακία παρέλυσεν, ἐξελόμενος δὲ τάλαντα τριακόσια, καὶ διὰ τῆς ἐπιγραφῆς γνωσθεὶς ὑπὸ τῶν ἐφόρων, ἔφυγε καὶ κατεδικάσθη θανάτῳ.
この金は袋の中に入っており、それぞれの袋には金額を示す刻印のある割符が付いていたが、ギリップスはこの割符を知らずに袋をほどいて300タラントンを抜き取った。 そして、エフォロイによって刻印からそのことが発覚したため、彼は逃亡し、死刑を宣告された。
§13.106.10παραπλησίως δὲ καὶ τὸν πατέρα τοῦ Γυλίππου Κλέαρχον συνέβη φυγεῖν ἐν τοῖς ἔμπροσθεν χρόνοις, ὅτι δόξας παρὰ Περικλέους λαβεῖν χρήματα περὶ τοῦ τὴν εἰσβολὴν εἰς τὴν Ἀττικὴν μὴ ποιήσασθαι κατεδικάσθη θανάτῳ, καὶ φυγὼν ἐν Θουρίοις τῆς Ἰταλίας διέτριβεν.
同様のことが、かつてギリップスの父クレアルコスの身にも起きていた。 彼は、アッティカへの侵攻を行わないことについてペリクレスから金銭を受け取ったと見なされたために死刑を宣告され、逃亡してイタリアのトゥリオイで暮らしていた。
οὗτοι μὲν οὖν, ἄνδρες ἱκανοὶ τἄλλα δόξαντες εἶναι, ταῦτα πράξαντες τὸν ἄλλον βίον αὐτῶν κατῄσχυναν.
このように、他の点では有能であると思われていたこれらの男たちは、このような行為によって、自らのその後の生涯を汚したのである。