Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §13.107.1-13.107.5

雅典遭围困投降与伯罗奔尼撒战争结束

第 286 段,共 723 段 · 希腊语

内容简介

雅典在惨败后放弃海权转入陆防,但在斯巴达联军的围困和海上封锁下陷入极度饥荒,最终被迫投降,历时二十七年的伯罗奔尼撒战争宣告结束。

§13.107.1Ἀθηναῖοι δὲ τὴν τῶν δυνάμεων φθορὰν ἀκούσαντες τοῦ μὲν ἀντέχεσθαι τῆς θαλάττης ἀπέστησαν, περὶ δὲ τὴν τῶν τειχῶν κατασκευὴν ἐγίνοντο καὶ τοὺς λιμένας ἀπεχώννυον, ἐλπίζοντες, ὅπερ ἦν εἰκός, εἰς πολιορκίαν καταστήσεσθαι.
雅典人听闻军力全毁的消息后,放弃了对海洋的掌控,转而致力于修筑城墙并堵塞港口,因为他们预料到,正如合乎情理的那样,他们将陷入被包围的境地。
§13.107.2εὐθὺ γὰρ οἱ μὲν τῶν Λακεδαιμονίων βασιλεῖς Ἆγις καὶ Παυσανίας μετὰ πολλῆς δυνάμεως ἐμβαλόντες εἰς τὴν Ἀττικὴν πρὸς τοῖς τείχεσιν ἐστρατοπέδευον, Λύσανδρος δὲ πλέον ἢ διακοσίαις τριήρεσιν εἰς τὸν Πειραιέα κατέπλευσεν.
因为拉刻代蒙人的国王阿基斯和保萨尼亚斯立即率领大军入侵阿提卡,在城墙附近驻扎下来,而赖山德则率领两百多艘三列桨战船驶入培雷阿斯港。
οἱ δʼ Ἀθηναῖοι τηλικούτοις περιεχόμενοι κακοῖς ὅμως ἀντεῖχον, καὶ ῥᾳδίως τὴν πόλιν παρεφύλαττον ἐπί τινα χρόνον.
尽管面临如此深重的灾难,雅典人仍旧坚守,并在一段时间内轻松地保卫着城市。
§13.107.3τοῖς δὲ Πελοποννησίοις ἔδοξεν, ἐπείπερ δυσχερὴς ἦν ἡ πολιορκία, τὰς μὲν δυνάμεις ἀπαγαγεῖν ἐκ τῆς Ἀττικῆς, ταῖς δὲ ναυσὶ μακρὰν ἐφεδρεύειν, ὅπως αὐτοῖς μὴ παρακομισθῇ σῖτος.
但伯罗奔尼撒人因围城艰难,便决定将陆军撤出阿提卡,而用船只从远处严密监视,使粮食无法运抵他们手中。
§13.107.4οὗ συντελεσθέντος, οἱ μὲν Ἀθηναῖοι εἰς δεινὴν σπάνιν ἐνέπεσον ἁπάντων μέν, μάλιστα δὲ τροφῆς διὰ τὸ ταύτην ἀεὶ κατὰ θάλατταν αὐτοῖς κομίζεσθαι.
这一计划付诸实施后,雅典人陷入了一切物资,尤其是粮食的极其匮乏之中,因为粮食以往一直是通过海路运送给他们的。
ἐπιτείνοντος δὲ τοῦ δεινοῦ καθʼ ἡμέραν, ἡ μὲν πόλις ἔγεμε νεκρῶν, οἱ δὲ λοιποὶ διαπρεσβευσάμενοι πρὸς Λακεδαιμονίους συνέθεντο τὴν εἰρήνην, ὥστε τὰ μακρὰ σκέλη καὶ τὰ τείχη τοῦ Πειραιέως περιελεῖν, καὶ μακρὰς ναῦς μὴ πλεῖον ἔχειν δέκα, τῶν δὲ πόλεων πασῶν ἐκχωρῆσαι καὶ Λακεδαιμονίοις ἡγεμόσι χρῆσθαι.
随着灾情日渐加剧,城内死尸遍地,幸存者们向拉刻代蒙人派遣使节,达成了和约,条件是拆除长墙和培雷阿斯的城防工事,且拥有的军舰不得超过十艘,并撤出所有占领的城市,服从拉刻代蒙人的领导。
§13.107.5ὁ μὲν οὖν Πελοποννησιακὸς πόλεμος, μακρότατος γενόμενος ὧν ἴσμεν, τοιοῦτον ἔσχε τὸ τέλος, ἔτη διαμείνας ἑπτὰ πρὸς τοῖς εἴκοσι.
于是,这场在我们所知之中历时最久的伯罗奔尼撒战争,持续了二十七年,迎来了这样的结局。

词汇与语法注释

  1. 13.107.1εἰς πολιορκίαν καταστήσεσθαι — 作为分词 `ἐλπίζοντες`(预料)之宾语的将来时不定式短语。其逻辑主语为雅典人(`Ἀθηναίους`),因与主句主语相同而省略。`καταστήσεσθαι` 是 `καθίσταμαι` 的将来时中动意不定式,在此作不及物/被动解(“陷于……状态”)。
  2. 13.107.3τοῖς δὲ Πελοποννησίοις ἔδοξεν — 无人称动词 `ἔδοξε`(决定/被通过)的句式。与格 `τοῖς Πελοποννησίοις` 表示决定的主体(对伯罗奔尼撒人而言),其实际主语是随后的不定式短语 `ἀπαγαγεῖν`(撤走)与 `ἐφεδρεύειν`(监视)。
  3. 13.107.4ὥστε — 引导结果或条件从句的连词,此处意为“在……条件下”。它支配着随后的一系列不定式(`περιελεῖν` [拆除]、`ἔχειν` [拥有]、`ἐκχωρῆσαι` [撤出] 和 `χρῆσθαι` [服从]),这些不定式构成了和平条约的具体条款内容。
  4. 13.107.5ὧν ἴσμεν — 修饰最高级 `μακρότατος`(最长)的关系从句。关系代词 `ὧν` 因受其暗示的先行词(战争,复数属格)的影响,由原本应为的宾格 `ἃ` 同化(attraction)为了属格。此结构相当于 `μακρότατος τῶν πολέμων οὓς ἴσμεν`(在我们所知的战争中最为漫长的)的紧缩表达。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §13.107.1-13.107.5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:13.107.1-13.107.5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。