Humanitext Reader

シケリアのディオドロス · 歴史叢書 §13.104.1-13.104.8

フィロクレスの任命とリュサンドロスの攻勢

283 / 723 箇所 · ギリシア語

要旨

アテナイでフィロクレスが新たな指揮官となり、スパルタのリュサンドロスはエペソスで軍備を整え、ミレトスの政変を支援しつつ、イアソスやラムプサコスなどの都市を攻略する。

§13.104.1τοῦ δʼ ἔτους τούτου διελθόντος Ἀθήνησι μὲν ἦρχεν Ἀλεξίας, ἐν δὲ τῇ Ῥώμῃ ἀντὶ τῶν ὑπάτων τρεῖς χιλίαρχοι κατεστάθησαν, Γάιος Ἰούλιος, Πούπλιος Κορνήλιος, Γάιος Σερουίλιος.
この年が過ぎ去ると、アテナイではアレクシアスが統治し、ローマでは執政官に代わって3人の執政武官、すなわちガイウス・ユリウス、プブリウス・コルネリウス、ガイウス・セルウィリウスが任命された。
τούτων δὲ τὴν ἀρχὴν παραλαβόντων Ἀθηναῖοι μετὰ τὴν ἀναίρεσιν τῶν στρατηγῶν ἐπὶ τὴν ἡγεμονίαν ἔταξαν Φιλοκλέα, καὶ τὸ ναυτικὸν αὐτῷ παραδόντες ἐξέπεμψαν πρὸς Κόνωνα, προστάξαντες κοινῶς ἀφηγεῖσθαι τῶν δυνάμεων.
彼らが官職を引き継ぐと、アテナイ人は将軍たちの処刑の後、フィロクレスを指揮官に任命し、艦隊を彼に委ねてコノンのもとへと派遣し、共同で軍を率いるよう命じた。
§13.104.2ὃς ἐπεὶ κατέπλευσε πρὸς Κόνωνα εἰς Σάμον, τὰς ναῦς ἁπάσας ἐπλήρωσεν, οὔσας τρεῖς πρὸς ταῖς ἑκατὸν ἑβδομήκοντα.
彼がサモスへとコノンのもとに着くと、全艦船を乗組員で満たした。 それは173隻あった。
τούτων εἴκοσι μὲν ἔδοξεν αὐτοῦ καταλιπεῖν, ταῖς δʼ ἄλλαις ἁπάσαις ἀνήχθησαν εἰς Ἑλλήσποντον, ἡγουμένου Κόνωνος καὶ Φιλοκλέους.
これらのうち20隻は現地に残すことに決め、他のすべての艦船で、コノンとフィロクレスの指揮のもと、ヘレスポントスに向けて出帆した。
§13.104.3Λύσανδρος δʼ ὁ τῶν Λακεδαιμονίων ναύαρχος ἐκ Πελοποννήσου παρὰ τῶν ἐγγὺς συμμάχων τριάκοντα πέντε ναῦς ἀθροίσας κατέπλευσεν εἰς Ἔφεσον.
ラケダイモン人の海軍提督リュサンドロスは、ペロポネソスから周辺の同盟国から35隻の船を集めてエペソスに到着した。
μεταπεμψάμενος δὲ καὶ τὸν ἐκ Χίου στόλον ἐξήρτυεν·
また、キオスからの艦隊も召喚して装備を整えた。
ἀνέβη δὲ καὶ πρὸς Κῦρον τὸν Δαρείου τοῦ βασιλέως υἱόν, καὶ χρήματα πολλὰ παρέλαβε πρὸς τὰς τῶν στρατιωτῶν διατροφάς.
さらに、王ダレイオスの息子キュロスのもとにも登っていき、兵士たちの給養のために多額の資金を受け取った。
§13.104.4ὁ δὲ Κῦρος, μεταπεμπομένου τοῦ πατρὸς αὐτὸν εἰς Πέρσας, τῷ Λυσάνδρῳ τῶν ὑφʼ αὑτὸν πόλεων τὴν ἐπιστασίαν παρέδωκε καὶ τοὺς φόρους τούτῳ τελεῖν συνέταξεν.
キュロスは、父親が彼をペルシアへ召還した際、リュサンドロスに自らの支配下にある諸都市の管理権を委ね、税を彼に支払うよう命じた。
ὁ δὲ Λύσανδρος πάντων τῶν εἰς πόλεμον εὐπορήσας εἰς Ἔφεσον ἀνέστρεψεν.
リュサンドロスは、戦争に必要なすべてのものを十分に得て、エペソスに戻った。
§13.104.5καθʼ ὃν δὴ χρόνον ἐν τῇ Μιλήτῳ τινὲς ὀλιγαρχίας ὀρεγόμενοι κατέλυσαν τὸν δῆμον, συμπραξάντων αὐτοῖς Λακεδαιμονίων.
まさにこの時期、ミレトスでは寡頭制を望む一部の者たちが、ラケダイモン人たちの協力を得て、民衆を打倒した。
καὶ τὸ μὲν πρῶτον Διονυσίων ὄντων ἐν ταῖς οἰκίαις τοὺς μάλιστα ἀντιπράττοντας συνήρπασαν καὶ περὶ τεσσαράκοντα ὄντας ἀπέσφαξαν, μετὰ δέ, τῆς ἀγορᾶς πληθούσης,τριακοσίους ἐπιλέξαντες τοὺς εὐπορωτάτους ἀνεῖλον.
そしてまず、ディオニュシア祭が行われていた際に、家々にいた最大の反対派を拉致し、約40名であった彼らを虐殺した。 その後、広場が人で満ちる時間帯に、最も富裕な人々の中から300名を選び出して殺害した。
§13.104.6οἱ δὲ χαριέστατοι τῶν τὰ τοῦ δήμου φρονούντων, ὄντες οὐκ ἐλάττους χιλίων, φοβηθέντες τὴν περίστασιν ἔφυγον πρὸς Φαρνάβαζον τὸν σατράπην·
民衆の側を支持する市民のうち、最も身分の高い1000人を下らない人々は、この窮状を恐れてサトラップのファルナバゾスのもとに逃亡した。
οὗτος δὲ φιλοφρόνως αὐτοὺς δεξάμενος, καὶ στατῆρα χρυσοῦν ἑκάστῳ δωρησάμενος, κατῴκισεν εἰς Βλαῦδα, φρούριόν τι τῆς Λυδίας.
彼は彼らを温かく迎え、各人に金スタテル貨を贈り、リュディアの砦の一つであるブラウダに移住させた。
§13.104.7Λύσανδρος δὲ μετὰ τῶν πλείστων νεῶν ἐπὶ Ἴασον τῆς Καρίας πλεύσας, κατὰ κράτος αὐτὴν εἷλεν Ἀθηναίοις συμμαχοῦσαν, καὶ τοὺς μὲν ἡβῶντας ὀκτακοσίους ὄντας ἀπέσφαξε, παῖδας δὲ καὶ γυναῖκας λαφυροπωλήσας κατέσκαψε τὴν πόλιν.
リュサンドロスは大部分の船を率いてカリアのイアソスへと航行し、アテナイと同盟関係にあったその都市を武力によって攻略した。 そして、成人男性800人を虐殺し、子供と女性を戦利品として売り払い、都市を徹底的に破壊した。
§13.104.8μετὰ δὲ ταῦτʼ ἐπὶ τὴν Ἀττικὴν καὶ πολλοὺς τόπους πλεύσας μέγα μὲν οὐδὲν οὐδʼ ἄξιον μνήμης ἔπραξε·
この後、彼はアッティカや多くの場所に航行したが、偉大でも記憶に値することでもないことしかしなかった。
διὸ καὶ ταῦτα μὲν οὐκ ἀναγράφειν ἐσπουδάσαμεν·
そのため、私たちはこれらのことを記録することに熱を入れなかった。
τὸ δὲ τελευταῖον Λάμψακον ἑλὼν τὴν μὲν Ἀθηναίων φρουρὰν ἀφῆκεν ὑπόσπονδον, τὰς δὲ κτήσεις ἁρπάσας τοῖς Λαμψακηνοῖς ἀπέδωκε τὴν πόλιν.
しかし最後には、ラムプサコスを攻略し、アテナイの守備隊は休戦協定のもとで釈放し、財産を略奪した上で、ラムプサコス人にその都市を返還した。

語釈・文法注

  1. §13.104.1τούτων δὲ τὴν ἀρχὴν παραλαβόντων — 属格絶対。直前のガイウス・ユリウス、プブリウス・コルネリウス、ガイウス・セルウィリウスの3人の執政武官を指し、彼らが職務を開始したことを表す。
  2. §13.104.2ὃς — 関係代名詞が接続詞的に文頭に用いられており(いわゆる「関係詞の連結」)、直前の文の主語であったフィロクレスを指す。
  3. §13.104.5τῆς ἀγορᾶς πληθούσης — 「広場が満ちている時に」という属格絶対で、アゴラに人々が群がる午前中の時間帯を表すギリシア語の慣用表現である。
  4. §13.104.8ὑπόσπονδον — 形容詞で、ここでは名詞「守備隊(φρουράν)」に係る対格・女性・単数。「休戦協定に基づく、安全な退去を約束された」という意味の叙述的・副詞的用法。

この箇所を引用する

シケリアのディオドロス, 歴史叢書 §13.104.1-13.104.8. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:13.104.1-13.104.8

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。