§13.103.1ταχὺ δὲ καὶ τοῖς πείσασι καὶ τοῖς πεισθεῖσι μετεμέλησεν, οἱονεὶ νεμεσήσαντος τοῦ δαιμονίου·
だが、説得した側もされた側もすぐに後悔した。 神的な力が憤りを示したかのようであった。
οἱ μὲν γὰρ ἐξαπατηθέντες ἐπίχειρα τῆς ἀγνοίας ἔλαβον μετʼ οὐ πολὺν χρόνον καταπολεμηθέντες οὐχ ὑφʼ ἑνὸς δεσπότου μόνον, ἀλλὰ τριάκοντα·
というのも、欺かれた者たちは、間もなく戦争で打ち負かされ、一人の支配者だけでなく三十人の支配下に置かれることによって、自らの無知の報いを受けたからである。
§13.103.2ὁ δʼ ἐξαπατήσας καὶ τὴν γνώμην εἰπὼν Καλλίξενος εὐθὺ τοῦ πλήθους μεταμεληθέντος εἰς αἰτίαν ἦλθεν ὡς τὸν δῆμον ἐξηπατηκώς·
一方、民衆を欺いて提案を行ったカリクセノスは、群衆が後悔するとすぐに、民衆を欺いたという容疑で告発された。
οὐκ ἀξιωθεὶς δʼ ἀπολογίας ἐδέθη, καὶ καταβληθεὶς εἰς τὴν δημοσίαν φυλακὴν ἔλαθε μετά τινων διορύξας τὸ δεσμωτήριον καὶ διαδρὰς πρὸς τοὺς πολεμίους εἰς Δεκέλειαν, ὅπως διαφυγὼν τὸν θάνατον μὴ μόνον Ἀθήνησιν, ἀλλὰ καὶ παρὰ τοῖς ἄλλοις Ἕλλησι δακτυλοδεικτουμένην ἔχῃ τὴν πονηρίαν παρʼ ὅλον τὸν βίον.
弁明の機会も与えられずに彼は投獄されたが、公の監獄にぶち込まれた後、数人の者たちと共に監獄に穴を掘って密かに脱獄し、デケレイアにいる敵のもとへと逃亡した。 それは、死を免れはしたものの、アテナイにおいてだけでなく、他のギリシア人の間でも生涯にわたってその邪悪さを後ろ指指され続けるためであった。
§13.103.3τὰ μὲν οὖν κατὰ τοῦτον τὸν ἐνιαυτὸν πραχθέντα σχεδὸν ταῦτʼ ἐστίν.
こうして、この年に起こった出来事はおよそ以上の通りである。
τῶν δὲ συγγραφέων Φίλιστος τὴν πρώτην σύνταξιν τῶν Σικελικῶν εἰς τοῦτον τὸν ἐνιαυτὸν κατέστροφεν, εἰς τὴν Ἀκράγαντος ἅλωσιν, ἐν βύβλοις ἑπτὰ διελθὼν χρόνον ἐτῶν πλείω τῶν ὀκτακοσίων, τῆς δὲ δευτέρας συντάξεως τὴν μὲν ἀρχὴν ἀπὸ τῆς τῆς προτέρας τελευτῆς πεποίηται, γέγραφε δὲ βύβλους τέσσαρας.
歴史家たちについては、フィリストスがシケリア史の第一部をこの年、すなわちアクラガスの陥落をもって完結させており、7巻において800年以上の年月を記述している。 また、第二部については、前部の終わりから書き始めており、4巻を執筆した。
§13.103.4περὶ δὲ τὸν αὐτὸν χρόνον ἐτελεύτησε Σοφοκλῆς ὁ Σοφίλου, ποιητὴς τραγῳδιῶν, ἔτη βιώσας ἐνενήκοντα, νίκας δʼ ἔχων ὀκτωκαίδεκα.
また同じ頃、ソピロスの息子であり悲劇詩人であるソポクレスが、90年の生涯を生き、18回の勝利を収めて死去した。
φασὶ δὲ τὸν ἄνδρα τοῦτον τὴν ἐσχάτην τραγῳδίαν εἰσαγαγόντα καὶ νικήσαντα χαρᾷ περιπεσεῖν ἀνυπερβλήτῳ, διʼ ἣν καὶ τελευτῆσαι.
人々が言うには、この人物は最後の悲劇を上演して勝利を収めた際、限りのない喜びに襲われ、それによって息を引き取ったということである。
§13.103.5Ἀπολλόδωρος δʼ ὁ τὴν χρονικὴν σύνταξιν πραγματευσάμενός φησι καὶ τὸν Εὐριπίδην κατὰ τὸν αὐτὸν ἐνιαυτὸν τελευτῆσαι·
年代記を著したアポロドロスは、エウリピデスもまた同じ年に死去したと述べている。
τινὲς δὲ λέγουσι παρʼ Ἀρχελάῳ τῷ βασιλεῖ Μακεδόνων κατὰ τὴν χώραν ἐξελθόντα κυσὶ περιπεσεῖν καὶ διασπασθῆναι μικρῷ πρόσθεν τούτων τῶν χρόνων.
しかしある人々は、彼がマケドニアの王アルケラオスの元にいた際、郊外へと出かけたところ、犬たちに襲われて引き裂かれ、これらの時期より少し前に死去したのだと語っている。