Humanitext Reader

シケリアのディオドロス · 歴史叢書 §13.9.1-13.9.6

デケレイア占領とシラクサ港の攻防戦

188 / 723 箇所 · ギリシア語

要旨

アテナイとローマの官職交代が記述され、ラケダイモン人によるデケレイア占領とアテナイ・シラクサ間の激しい海戦および陸上での砦の争奪戦が描かれる。

§13.9.1τοῦ δὲ ἔτους τούτου διελθόντος Κλεόκριτος μὲν ἄρχων Ἀθηναίων ἦν, ἐν Ῥώμῃ δʼ ἀντὶ τῶν ὑπάτων χιλίαρχοι τέτταρες ὑπῆρχον, Αὖλος Σεμπρώνιος καὶ Μάρκος Παπίριος, Κόιντος Φάβιος, Σπόριος Ναύτιος.
この年が過ぎると、アテナイではクレオクリトスがアルコンであり、ローマでは執政官の代わりに4人の軍事執政官、アウルス・センプロニウス、マルクス・パピリウス、クイントゥス・ファビウス、スポリウス・ナウティウスが就任していた。
§13.9.2ἐπὶ δὲ τούτων Λακεδαιμόνιοι μετὰ τῶν συμμάχων ἐνέβαλον εἰς τὴν Ἀττικήν, Ἄγιδός ἡγουμένου καὶ Ἀλκιβιάδου τοῦ Ἀθηναίου.
彼らの任期中に、ラケダイモン人は同盟軍とともに、アギスとアテナイ人アルキビアデスの主導のもとでアッティカに侵攻した。
καταλαβόμενοι δὲ χωρίον ὀχυρὸν Δεκέλειαν φρούριον ἐποίησαν κατὰ τῆς Ἀττικῆς· διὸ καὶ συνέβη τὸν πόλεμον τοῦτον Δεκελεικὸν προσαγορευθῆναι.
彼らは堅固な場所であるデケレイアを占領してアッティカに対する砦とし、それゆえにこの戦争がデケレイア戦争と名付けられることになった。
Ἀθηναῖοι δὲ περὶ μὲν τὴν Λακωνικὴν τριάκοντα τριήρεις ἀπέστειλαν καὶ Χαρικλέα στρατηγόν, εἰς δὲ τὴν Σικελίαν ἐψηφίσαντο πέμπειν ὀγδοήκοντα μὲν τριήρεις, ὁπλίτας δὲ πεντακισχιλίους.
一方、アテナイ人はラコニカの周辺に将軍カリクレスとともに30隻の三段櫂船を派遣し、シケリアには80隻の三段櫂船と5000名の重装歩兵を派遣することを決議した。
§13.9.3οἱ δὲ Συρακόσιοι κρίναντες ναυμαχεῖν, καὶ πληρώσαντες ὀγδοήκοντα τριήρεις, ἐπέπλεον τοῖς πολεμίοις.
シラクサ人は海戦を行うことを決定し、80隻の三段櫂船に乗組員を補充して、敵に向かって進航した。
τῶν δὲ Ἀθηναίων ἑξήκοντα ναυσὶν ἀνταναχθέντων, καὶ τῆς ναυμαχίας ἐνεργοῦ γενομένης ἤδη, πάντες οἱ ἀπὸ τῶν φρουρίων Ἀθηναῖοι κατέβησαν ἐπὶ τὴν θάλατταν·
アテナイ人が60隻の船で迎え撃つために出航し、海戦がすでに本格化すると、砦にいたすべてのアテナイ人が海辺へと下りていった。
οἱ μὲν γὰρ θεάσασθαι τὴν μάχην ἐπεθύμουν, οἱ δʼ, εἴ τι πταίσειαν ἐν τῇ ναυμαχίᾳ, βοηθήσειν τοῖς φεύγουσιν ἤλπιζον.
ある者たちは戦いを見物することを望み、他の者たちは、もし海戦で敗北を喫した場合に、逃れてくる者たちを助けることを期待したからである。
§13.9.4οἱ δὲ τῶν Συρακοσίων στρατηγοὶ προϊδόμενοι τὸ γινόμενον ἀπεστάλκεισαν τοὺς κατὰ τὴν πόλιν ἐπὶ τὰ τῶν Ἀθηναίων ὀχυρώματα, χρημάτων καὶ ναυτικῶν σκευῶν, ἔτι δὲ τῆς ἄλλης παρασκευῆς ὑπάρχοντα πλήρη·
シラクサの将軍たちは、起こりつつあることを予見して、市内の者たちを、資金や船の用具、さらにその他の備品で満ちていたアテナイ人の砦へと送り出していた。
ἃ δὴ καταλαβόντες οἱ Συρακόσιοι παντελῶς ὑπʼ ὀλίγων τηρούμενα κατέσχον καὶ τῶν ἀπὸ τῆς θαλάττης προσβοηθούντων πολλοὺς ἀπέκτειναν.
シラクサ人は、それらが完全に少数の者によってしか守られていないのを見出すとこれを奪取し、海辺から助けに駆けつけた者たちの多くを殺害した。
§13.9.5κραυγῆς δὲ πολλῆς γενομένης περὶ τὰ φρούρια καὶ τὴν παρεμβολήν, οἱ ναυμαχοῦντες Ἀθηναῖοι καταπλαγέντες ἐτράπησαν καὶ πρὸς τὸ λειπόμενον τῶν φρουρίων ἔφυγον.
砦や陣営の周囲で大きな叫び声が起こると、海戦を行っていたアテナイ人は驚愕して敗走し、残された砦へと逃げ込んだ。
τῶν δὲ Συρακοσίων ἀτάκτως διωκόντων οἱ Ἀθηναῖοι πρὸς τὴν γῆν καταφεύγειν οὐ δυνάμενοι διὰ τὸ τοὺς Συρακοσίους δυεῖν φρουρίων κυριεύειν, ἠναγκάσθησαν ἐξ ὑποστροφῆς πάλιν ναυμαχῆσαι.
シラクサ人が無秩序に追撃するなか、アテナイ人は、シラクサ人が二つの砦を占領しているために陸へ逃れることができず、反転して再び海戦を行うことを余余儀なくされた。
§13.9.6τῶν δὲ Συρακοσίων λελυκότων τὰς τάξεις καὶ κατὰ τὸν διωγμὸν διερριμμένων, ἀθρόαις ταῖς ναυσὶν ἐπιπλεύσαντες ἕνδεκα μὲν κατέδυσαν, τὰς δὲ λοιπὰς ἕως τῆς Νήσου κατεδίωξαν.
シラクサ人が隊列を乱し、追撃の間に散り散りになっていたので、アテナイ人は船を集結させて襲いかかり、11隻を撃沈し、残りの船を「島」まで追撃した。
διαλυθείσης δὲ τῆς μάχης ἑκάτεροι τρόπαιον ἔστησαν, οἱ μὲν Ἀθηναῖοι τῆς ναυμαχίας, οἱ δὲ Συρακόσιοι τῶν ἐπὶ τῆς γῆς κατωρθωμένων.
戦闘が終結すると、双方が記念碑を建てた。 アテナイ人は海戦の勝利のために、シラクサ人は陸上での戦果のために建てた。

語釈・文法注

  1. §13.9.1τοῦ δὲ ἔτους τούτου διελθόντος — ディオドロスの記述における、アテナイのアルコン年(暦年)の交代を示す定型的な属格絶対。
  2. §13.9.2κατὰ τῆς Ἀττικῆς — 前置詞 κατά +属格で、敵対・不利益の対象を表す(「アッティカに対して/に敵対して」)。
  3. §13.9.3εἴ τι πταίσειαν — 希求法過去 πταίσειαν(πταίω の3人称複数)を用いた条件節。過去の主節((ἤλπιζον)から見た不確実な未来の仮定(潜在)を表す。
  4. §13.9.4ὑπάρχοντα πλήρη — 分詞 ὑπάρχοντα と形容詞 πλήρη は中性複数対格で、先行する名詞 ὀχυρώματα(アテナイ人の砦)を修飾する。πλήρη は名詞を修飾するとともに、属格(χρημάτων...)を支配している。
  5. §13.9.5διὰ τὸ τοὺς Συρακοσίους δυεῖν φρουρίων κυριεύειν — 前置詞 διά と冠詞付き不定詞 τὸ κυριεύειν からなる因果の句。不定詞の意味上の主語として対格 τοὺς Συρακοσίους が、目的語として属格 δυεῖν φρουρίων が置かれている。
  6. §13.9.6ἀθρόαις ταῖς ναυσὶν — 与格の「手段・様態」の用法で、形容詞 ἀθρόος(集められた、一塊の)が述語的位置に置かれ、「船を一体にまとめて(密集させて)」突撃したことを示す。

この箇所を引用する

シケリアのディオドロス, 歴史叢書 §13.9.1-13.9.6. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:13.9.1-13.9.6

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。