Humanitext Reader

シケリアのディオドロス · 歴史叢書 §12.82.1-12.82.7

ビテュニア遠征とエゲスタとセリヌスの開戦

176 / 723 箇所 · ギリシア語

要旨

アテネの執政官アリムネストスの期に、ビュザンティオン人とカルケドン人がビテュニアへ遠征して残虐行為を行い、シケリアではエゲスタ人とセリヌス人の間で国境をめぐる激しい戦争が勃発した。弱体化したエゲスタ人は同盟を求めたが周囲に断られ、海の向こうの支援を模索し始める。

§12.82.1τῷ δʼ ἑκκαιδεκάτῳ παρὰ μὲν Ἀθηναίοις ἦν ἄρχων Ἀρίμνηστος, ἐν Ῥώμῃ δʼ ἀντὶ τῶν ὑπάτων χιλίαρχοι κατεστάθησαν τέτταρες, Τίτος Κλαύδιος καὶ Σπόριος Ναύτιος, ἔτι δὲ Λούκιος Σέντιος καὶ Σέξτος Ἰούλιος.
第十六年、アテネではアリムネストスがアルコンであり、ローマでは執政官に代わって四人の軍事執政官、ティトゥス・クラウディウス、スポリウス・ナウティウス、さらにはルキウス・センティウス、セクストゥス・ユリウスが任命された。
ἐπὶ δὲ τούτων παρὰ μὲν Ἠλείοις ἤχθη Ὀλυμπιὰς πρώτη πρὸς ταῖς ἐνενήκοντα, καθʼ ἣν ἐνίκα στάδιον Ἐξαίνετος Ἀκραγαντῖνος.
彼らの任期において、エリス人の間では第九十一回オリンピア競技会が催され、その際アクラガスのエクセネトスがスタディオン競走で優勝した。
§12.82.2Βυζάντιοι δὲ καὶ Καλχηδόνιοι παραλαβόντες Θρᾷκας ἐστράτευσαν εἰς τὴν Βιθυνίαν πολλοῖς πλήθεσι, καὶ τήν τε χώραν ἐπόρθησαν καὶ πολλὰ τῶν μικρῶν πολισματίων ἐκπολιορκήσαντες ἐπετελέσαντο πράξεις ὠμότητι διαφερούσας·
ビュザンティオン人とカルケドン人は、トラキア人を引き連れて、大軍を率いてビテュニアへ遠征し、その土地を荒廃させ、多くの小さな町を包囲攻略して、極めて残虐な行為に及んだ。
πολλῶν γὰρ αἰχμαλώτων κρατήσαντες ἀνδρῶν τε καὶ γυναικῶν καὶ παίδων ἅπαντας ἀπέσφαξαν.
というのも、多くの男、女、子どもを捕虜として捕らえ、全員を虐殺したからである。
§12.82.3περὶ δὲ τοὺς αὐτοὺς χρόνους κατὰ τὴν Σικελίαν Ἐγεσταῖοι πρὸς Σελινουντίους ἐπολέμησαν περὶ χώρας ἀμφισβητησίμου, ποταμοῦ τὴν χώραν τῶν διαφερομένων πόλεων ὁρίζοντος.
同じ時期、シケリアにおいて、エゲスタ人はセリヌス人と紛争地をめぐって戦争を始めたが、ある川がこれら争い合っている両都市の領地を隔てていた。
§12.82.4Σελινούντιοι δὲ διαβάντες τὸ ῥεῖθρον τὸ μὲν πρῶτον τῆς παραποταμίας βίᾳ κατέσχον, μετὰ δὲ ταῦτα καὶ τῆς προσκειμένης χώρας πολλὴν ἀποτεμόμενοι κατεφρόνησαν τῶν ἠδικημένων.
セリヌス人は川を渡ると、最初は川沿いの土地を武力で占領し、その後はさらに隣接する土地の多くを切り取って占有し、不当な扱いを受けた人々を軽んじた。
§12.82.5οἱ δʼ Ἐγεσταῖοι παροξυνθέντες τὸ μὲν πρῶτον διὰ τῶν λόγων πείθειν ἐπεβάλοντο μὴ ἐπιβαίνειν τῆς ἀλλοτρίας γῆς·
そこで、憤慨したエゲスタ人は、最初は言葉による交渉で、他国の土地に足を踏み入れないよう説得しようと試みた。
ὡς δὲ οὐδεὶς αὐτοῖς προσεῖχεν, ἐστράτευσαν ἐπὶ τοὺς κατέχοντας τὴν χώραν, καὶ πάντας ἐκβαλόντες ἐκ τῶν ἀγρῶν αὐτοὶ τὴν χώραν κατέσχον.
しかし、誰も彼らに注意を払わなかったため、彼らはその土地を占拠している者たちに対して出兵し、彼ら全員を農地から追い出して、自分たちでその土地を占有した。
§12.82.6γενομένης δὲ διαφορᾶς μεγάλης ἀμφοτέραις ταῖς πόλεσι, στρατιώτας ἀθροίσαντες διὰ τῶν ὅπλων ἐποιοῦντο τὴν κρίσιν.
両都市の間に重大な紛争が生じたため、彼らは兵士を集めて、武器によって決着をつけようとした。
διόπερ ἀμφοτέρων παραταξαμένων ἐγένετο μάχη καρτερά, καθʼ ἣν Σελινούντιοι νικήσαντες ἀπέκτειναν τῶν Ἐγεσταίων οὐκ ὀλίγους.
そのため、双方が対峙して激しい戦闘が行われ、その中でセリヌス人が勝利して、エゲスタ人を少なからず殺害した。
§12.82.7οἱ δʼ Ἐγεσταῖοι ταπεινωθέντες καὶ καθʼ ἑαυτοὺς οὐκ ὄντες ἀξιόμαχοι, τὸ μὲν πρῶτον Ἀκραγαντίνους καὶ Συρακοσίους ἔπειθον συμμαχῆσαι·
エゲスタ人は弱体化し、自分たちだけでは戦い抜く力がなかったため、最初はアクラガス人とシュラコサイ人を説得して同盟を結ぼうとした。
ἀποτυχόντες δὲ τούτων ἐξέπεμψαν πρεσβευτὰς εἰς τὴν Καρχηδόνα, δεόμενοι βοηθῆσαι·
しかし、これに失敗すると、カルタゴに使節を派遣して救援を懇願した。
οὐ προσεχόντων δʼ αὐτῶν, ἐζήτουν τινὰ διαπόντιον συμμαχίαν·
カルタゴ人が耳を貸さなかったため、彼らは海の向こうに同盟を求めた。
οἷς συνήργησε ταὐτόματον.
彼らにとって、偶然がこれに味方した。

語釈・文法注

  1. §12.82.1πρώτη πρὸς ταῖς ἐνενήκοντα — 前置詞 πρὸς と与格を用いて基数に端数を加える古典期特有の数詞表現。πρώτη(第1)が πρὸς ταῖς ἐνενήκοντα(90に加えて)にかかり、「第91(回)」を意味する。
  2. §12.82.3ποταμοῦ τὴν χώραν τῶν διαφερομένων πόλεων ὁρίζοντος — 独立属格構文。ποταμοῦ が意味上の主語、現在分詞 ὁρίζοντος が述語。属格 τῶν διαφερομένων πόλεων(争っている諸都市の)は対格 τὴν χώραν(土地・領土)を修飾している。
  3. §12.82.7οἷς συνήργησε ταὐτόματον — 関係代名詞 οἷς は文頭の接続機能を持ち(連結の関係代名詞)、先行詞は前文の Ἐγεσταῖοι(エゲスタ人)。動詞 συνεργέω(共同して働く、味方する)が与格 οἷς を取り、中性名詞 ταὐτόματον(偶然、自然の成り行き)が主語となっている。

この箇所を引用する

シケリアのディオドロス, 歴史叢書 §12.82.1-12.82.7. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:12.82.1-12.82.7

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。