Humanitext Reader

シケリアのディオドロス · 歴史叢書 §12.75.1-12.75.7

アルゴス主導の同盟結成と精鋭部隊の創設

169 / 723 箇所 · ギリシア語

要旨

アテナイとスパルタの私的同盟が他国の不信を招き、アルゴスを中心とする四都市が新たな対抗勢力を結成し、アルゴスは精鋭軍の養成を始める。

§12.75.1ἐπʼ ἄρχοντος δʼ Ἀθήνησιν Ἀριστίωνος Ῥωμαῖοι κατέστησαν ὑπάτους Τίτον Κοΐντιον καὶ Αὖλον Κορνήλιον Κόσσον.
アテナイにおいてアリスティオンがアルコンであった時、ローマ人はティトゥス・クィンクティウスとアウルス・コルネリウス・コッススを執政官に任命した。
ἐπὶ δὲ τούτων ἄρτι τοῦ πολέμου τοῦ Πελοποννησιακοῦ καταλελυμένου πάλιν ταραχαὶ καὶ κινήσεις πολεμικαὶ συνέβησαν κατὰ τὴν Ἑλλάδα διὰ τοιαύτας τινὰς αἰτίας.
彼らの任期中、ペロポネソス戦争が終結したばかりであったが、以下のような原因によってギリシア全土に再び混乱と戦乱の動きが生じた。
§12.75.2Ἀθηναῖοι καὶ Λακεδαιμόνιοι κοινῇ μετὰ τῶν συμμάχων πεποιημένοι σπονδὰς καὶ διαλύσεις, χωρὶς τῶν συμμαχίδων πόλεων συνέθεντο συμμαχίαν.
アテナイ人とラケダイモン人は、同盟諸都市を交えて共同で和平と休戦の条約を結んでいたが、同盟都市を交えずに個別的な同盟を締結した。
τοῦτο δὲ πράξαντες εἰς ὑπόνοιαν ἦλθον ὡς ἐπὶ καταδουλώσει τῶν ἄλλων Ἑλλήνων ἰδίᾳ πεποιημένοι συμμαχίαν.
彼らがこのような行動をとったため、他のギリシア人を奴隷化することを目的に私的な同盟を結んだのではないかという疑念が持たれるようになった。
§12.75.3διόπερ αἱ μέγισται τῶν πόλεων διεπρεσβεύοντο πρὸς ἀλλήλας καὶ συνδιελέγοντο περὶ ὁμονοίας καὶ συμμαχίας κατὰ τῶν Ἀθηναίων καὶ Λακεδαιμονίων.
それゆえ、最大級の有力都市は互いに使節を送り合い、アテナイ人とラケダイモン人に対抗するための結束と同盟について協議した。
ἦσαν δὲ προεστῶσαι πόλεις ταύτης αἱ δυνατώταται τέτταρες, Ἄργος, Θῆβαι, Κόρινθος, Ἦλις.
この動きを主導していたのは、最も強力な四つの都市、すなわちアルゴス、テーバイ、コリントス、エリスであった。
§12.75.4εὐλόγως δʼ ὑπωπτεύθησαν αἱ πόλεις συμφρονεῖν κατὰ τῆς Ἑλλάδος διὰ τὸ προσγεγράφθαι ταῖς κοιναῖς συνθήκαις·
これら二つの都市がギリシア全体に対して共謀していると疑われたのには、もっともな理由があった。
ἐξεῖναι Ἀθηναίοις καὶ Λακεδαιμονίοις, ὅπερ ἂν δοκῇ ταύταις ταῖς πόλεσι, προσγράφειν ταῖς συνθήκαις καὶ ἀφαιρεῖν ἀπὸ τῶν συνθηκῶν.
なぜなら、共通の条約に「アテナイ人とラケダイモン人は、自国に適切と思われる内容を、条約に追加することも条約から削除することもできる」という条項が付記されていたからである。
χωρὶς δὲ τούτων Ἀθηναῖοι μὲν διὰ ψηφίσματος ἔδωκαν δέκα ἀνδράσιν ἐξουσίαν ἔχειν βουλεύεσθαι περὶ τῶν τῇ πόλει συμφερόντων· τὸ παραπλήσιον δὲ καὶ τῶν Λακεδαιμονίων πεποιηκότων φανερὰν συνέβη γενέσθαι τῶν δύο πόλεων τὴν πλεονεξίαν.
これとは別に、アテナイ人は民会決議によって、国家の利益になることについて決定を下す権限を十人の男たちに与え、ラケダイモン人も同様の措置をとったため、二つの都市の支配欲が明白になったのである。
§12.75.5πολλῶν δὲ πόλεων ὑπακουουσῶν πρὸς τὴν κοινὴν ἐλευθερίαν, καὶ τῶν μὲν Ἀθηναίων καταφρονουμένων διὰ τὴν περὶ τὸ Δήλιον συμφοράν, τῶν δὲ Λακεδαιμονίων τεταπεινωμένων τῇ δόξῃ διὰ τὴν ἅλωσιν τῶν ἐν τῇ Σφακτηρίᾳ νήσῳ, πολλαὶ πόλεις συνίσταντο, καὶ προῆγον τὴν τῶν Ἀργείων πόλιν ἐπὶ τὴν ἡγεμονίαν.
多くの都市が共通の自由を求める呼びかけに応じる中で、アテナイ人はデリオンでの大敗によって軽んじられており、ラケダイモン人はスファクテリア島での敗北によって名声を失墜させていたため、多くの都市が結託し、アルゴス市を同盟の指導的立場へと押し上げた。
§12.75.6εἴ͂χε γὰρ ἡ πόλις αὕτη μέγα ἀξίωμα διὰ τὰς παλαιὰς πράξεις·
というのも、この都市はかつての歴史的功績によって高い権威を有していたからである。
πρὸ γὰρ τῆς Ἡρακλειδῶν κατηλύσεως ἐκ τῆς Ἀργείας ὑπῆρξαν σχεδὸν ἅπαντες οἱ μέγιστοι τῶν βασιλέων·
ヘラクレイダイの帰還以前には、最も偉大な王たちのほぼすべてがアルゴリス地方の出身であった。
πρὸς δὲ τούτοις πολὺν χρόνον εἰρήνην ἔχουσα προσόδους μεγίστας ἐλάμβανε, καὶ πλῆθος οὐ μόνον χρημάτων εἶχεν, ἀλλὰ καὶ ἀνδρῶν.
さらに、この都市は長期にわたり平和を維持していたため、莫大な収入を得ており、資金だけでなく人的資源も豊富に抱えていた。
§12.75.7οἱ δʼ Ἀργεῖοι νομίζοντες αὑτοῖς συγχωρηθήσεσθαι τὴν ὅλην ἡγεμονίαν, ἐπέλεξαν τῶν πολιτῶν χιλίους τοὺς νεωτέρους καὶ μάλιστα τοῖς τε σώμασιν ἰσχύοντας καὶ ταῖς οὐσίαις·
アルゴス人は、全ギリシアの指導権が自分たちに委ねられるであろうと考え、市民の中から若く、かつ肉体的にも経済的にもとりわけ優れた一千人を選抜した。
ἀπολύσαντες δὲ αὐτοὺς καὶ τῆς ἄλλης λειτουργίας καὶ τροφὰς δημοσίας χορηγοῦντες προσέταξαν γυμνάζεσθαι συνεχεῖς μελέτας.
彼らを他のいっさいの公共義務から免除し、公費で扶養を与えたうえで、絶え間なく軍事訓練に励むよう命じた。
οὗτοι μὲν οὖν διὰ τὴν χορηγίαν καὶ τὴν συνεχῆ μελέτην ταχὺ τῶν πολεμικῶν ἔργων ἀθληταὶ κατεστάθησαν.
彼らはこの公的な援助と不断の訓練のおかげで、瞬く間に戦闘技術の専門家となった。

語釈・文法注

  1. 12.75.4αἱ πόλις — 直前の文脈ではアルゴス、テーバイなどの4つの都市が挙げられているが、ここでは文脈上、条約を結んだ当事者であるアテナイとラケダイモンの2つの都市を指している。
  2. 12.75.4ἐξεῖναι Ἀθηναίοις καὶ Λακεδαιμονίοις — 名詞句 `τὸ προσγεγράφθαι`(付記されていること)の内容を具体的に説明する同格の不定詞句である。
  3. 12.75.5ὑπακουουσῶν πρὸς τὴν κοινὴν ἐλευθερίαν — 動詞 `ὑπακούω` は通常「従う」を意味するが、ここでは「共通の自由」という大義や呼びかけに対して「耳を傾ける」「呼応する」という意味で用いられている。
  4. 12.75.6κατηλύσεως — 古典期にヘラクレイダイの帰還を指す語として一般的に用いられた `κάθοδος`(下向・帰還)の代わりに、ほぼ同義語として `κατήλυσις`(定住・下向)が選択されている。

この箇所を引用する

シケリアのディオドロス, 歴史叢書 §12.75.1-12.75.7. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:12.75.1-12.75.7

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。