§12.74.1πυθόμενος δὲ τὸν Βρασίδαν μετὰ δυνάμεως διατρίβειν περὶ πόλιν Ἀμφίπολιν, ἀνέζευξεν ἐπʼ αὐτόν.
ブラシダスが軍勢を率いてアンフィポリス市の周辺に滞在していることを知ると、彼は彼に向かって進軍した。
ὁ δὲ Βρασίδας ὡς ἤκουσε προσιόντας τοὺς πολεμίους, ἐκτάξας τὴν δύναμιν ἀπήντα τοῖς Ἀθηναίοις·
一方ブラシダスは、敵が接近しつつあると聞くと、軍勢を整列させてアテナイ人を迎え撃った。
γενομένης δὲ παρατάξεως μεγάλης, καὶ τῶν στρατοπέδων ἀγωνισαμένων ἀμφοτέρων λαμπρῶς, τὸ μὲν πρῶτον ἰσόρροπος ἦν ἡ μάχη, μετὰ δὲ ταῦτα παρʼ ἑκατέροις τῶν ἡγεμόνων φιλοτιμουμένων διʼ ἑαυτῶν κρῖναι τὴν μάχην, συνέβη πολλοὺς τῶν ἀξιολόγων ἀνδρῶν ἀναιρεθῆναι, τῶν στρατηγῶν αὑτοὺς καταστησάντων εἰς τὴν μάχην καὶ ὑπὲρ τῆς νίκης ἀνυπέρβλητον φιλοτιμίαν εἰσενεγκαμένων.
大規模な会戦が起こり、両方の軍勢が見事に戦ったが、最初は戦闘は互角であった。 しかしその後、双方の指揮官たちが自分たちの手で勝敗を決しようと熱望したため、多くの高名な人々が討ち取られる事態となった。 これは、将軍たちが自ら戦闘に身を投じ、勝利のためにこの上ない熱意を傾けたからである。
§12.74.2ὁ μὲν οὖν Βρασίδας ἀριστεύσας καὶ πλείστους ἀνελὼν ἡρωικῶς κατέστρεψε τὸν βίον·
ブラシダスは目覚ましい働きをし、多くの敵を倒して、英雄的な死を遂げた。
ὁμοίως δὲ καὶ τοῦ Κλέωνος ἐν τῇ μάχῃ πεσόντος, ἀμφότεραι μὲν αἱ δυνάμεις διὰ τὴν ἀναρχίαν ἐταράχθησαν, τὸ τέλος δʼ ἐνίκησαν οἱ Λακεδαιμόνιοι καὶ τρόπαιον ἔστησαν.
同様にクレオンも戦闘で倒れたため、両方の軍勢は指揮官を失ったことによって動揺したが、最終的にはラケダイモン人が勝利し、戦勝記念碑を建てた。
οἱ δʼ Ἀθηναῖοι τοὺς νεκροὺς ὑποσπόνδους, ἀνελόμενοι καὶ θάψαντες ἀπέπλευσαν εἰς τὰς Ἀθήνας.
アテナイ人は休戦協定のもとで死者を回収して埋葬すると、アテナイへと船で帰還した。
§12.74.3εἰς δὲ τὴν Λακεδαίμονα παραγενομένων τινῶν ἐκ τῆς μάχης καὶ τὴν Βρασίδου νίκην ἅμα καὶ τελευτὴν ἀπαγγειλάντων, ἡ μήτηρ τοῦ Βρασίδου πυνθανομένη περὶ τῶν πραχθέντων κατὰ τὴν μάχην ἐπηρώτησε, ποῖός τις γέγονεν ἐν τῇ παρατάξει Βρασίδας·
戦場から何人かの者がラケダイモンに到着し、ブラシダスの勝利と同時にその死を報告した。 ブラシダスの母は、戦闘で起こったことについて尋ね、ブラシダスがその会戦においてどのような戦いぶりであったかを質問した。
τῶν δʼ ἀποκριναμένων ὅτι πάντων Λακεδαιμονίων ἄριστος, εἶπεν ἡ μήτηρ τοῦ τετελευτηκότος ὅτι Βρασίδας ὁ υἱὸς αὐτῆς ἦν ἀγαθὸς ἀνήρ, πολλῶν μέντοι γε ἑτέρων καταδεέστερος.
彼らが「すべてのラケダイモン人の中で最も優れた者でした」と答えると、亡くなった彼の母はこう言った。 「私の息子ブラシダスは確かに優れた男でしたが、多くの他の者たちよりは劣っていました。
§12.74.4τῶν δὲ λόγων τούτων διαδοθέντων κατὰ τὴν πόλιν οἱ ἔφοροι δημοσίᾳ τὴν γυναῖκα ἐτίμησαν, ὅτι προέκρινε τὸν τῆς πατρίδος ἔπαινον τῆς τοῦ τέκνου δόξης.
」これらの言葉が都市に広まると、エフォロスたちは、彼女が我が子の名声よりも祖国への称賛を優先したため、公的にこの女性を栄誉した。
§12.74.5μετὰ δὲ τὴν εἰρημένην μάχην ἔδοξαν οἱ Ἀθηναῖοι τοῖς Λακεδαιμονίοις συνθέσθαι σπονδὰς πεντηκονταετεῖς ἐπὶ τοῖσδε·
この戦闘の後、アテナイ人とラケダイモン人は以下の条件で五十年の和平条約を結ぶことを決定した。
τοὺς μὲν αἰχμαλώτους παρʼ ἀμφοτέροις ἀπολυθῆναι, τὰς δὲ πόλεις ἀποδοῦναι τὰς κατὰ πόλεμον ληφθείσας.
すなわち、双方の捕虜を釈放すること、および戦争において奪われた都市を返還することである。
§12.74.6ὁ μὲν οὖν Πελοποννησιακὸς πόλεμος, διαμείνας μέχρι τῶν ὑποκειμένων καιρῶν ἔτη δέκα, τὸν εἰρημένον τρόπον κατελύθη.
こうして、現在取り扱っている時点まで十年間続いていたペロポネソス戦争は、上述の形で終結した。