Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §12.75.1-12.75.7

阿耳戈斯同盟的建立与精锐部队的编成

第 169 段,共 723 段 · 希腊语

内容简介

雅典与斯巴达的私下结盟引发其他希腊城邦的疑虑,促成以阿耳戈斯为首的新同盟,阿耳戈斯并开始选拔精锐进行军事训练。

§12.75.1ἐπʼ ἄρχοντος δʼ Ἀθήνησιν Ἀριστίωνος Ῥωμαῖοι κατέστησαν ὑπάτους Τίτον Κοΐντιον καὶ Αὖλον Κορνήλιον Κόσσον.
在阿里斯提翁担任雅典执政官期间,罗马人任命提图斯·昆克蒂乌斯与奥卢斯·科尔内利乌斯·科苏斯为执政官。
ἐπὶ δὲ τούτων ἄρτι τοῦ πολέμου τοῦ Πελοποννησιακοῦ καταλελυμένου πάλιν ταραχαὶ καὶ κινήσεις πολεμικαὶ συνέβησαν κατὰ τὴν Ἑλλάδα διὰ τοιαύτας τινὰς αἰτίας.
在他们任内,尽管伯罗奔尼撒战争刚刚结束,但由于以下原因,希腊各地再次爆发了动乱和战争动向。
§12.75.2Ἀθηναῖοι καὶ Λακεδαιμόνιοι κοινῇ μετὰ τῶν συμμάχων πεποιημένοι σπονδὰς καὶ διαλύσεις, χωρὶς τῶν συμμαχίδων πόλεων συνέθεντο συμμαχίαν.
雅典人和拉刻代蒙人虽然与盟友共同缔结了和平与休战条约,却在不包括盟国城市的情况下,私下结成了双边同盟。
τοῦτο δὲ πράξαντες εἰς ὑπόνοιαν ἦλθον ὡς ἐπὶ καταδουλώσει τῶν ἄλλων Ἑλλήνων ἰδίᾳ πεποιημένοι συμμαχίαν.
他们的这一行为使人产生怀疑,认为他们私下结盟是为了奴役其他希腊人。
§12.75.3διόπερ αἱ μέγισται τῶν πόλεων διεπρεσβεύοντο πρὸς ἀλλήλας καὶ συνδιελέγοντο περὶ ὁμονοίας καὶ συμμαχίας κατὰ τῶν Ἀθηναίων καὶ Λακεδαιμονίων.
因此,一些最大的城市开始互相派遣使节,商讨建立联合同盟以对抗雅典人和拉刻代蒙人。
ἦσαν δὲ προεστῶσαι πόλεις ταύτης αἱ δυνατώταται τέτταρες, Ἄργος, Θῆβαι, Κόρινθος, Ἦλις.
领导这一运动的是最强大的四个城市:阿耳戈斯、底比斯、科林斯和伊利斯。
§12.75.4εὐλόγως δʼ ὑπωπτεύθησαν αἱ πόλεις συμφρονεῖν κατὰ τῆς Ἑλλάδος διὰ τὸ προσγεγράφθαι ταῖς κοιναῖς συνθήκαις· ἐξεῖναι Ἀθηναίοις καὶ Λακεδαιμονίοις, ὅπερ ἂν δοκῇ ταύταις ταῖς πόλεσι, προσγράφειν ταῖς συνθήκαις καὶ ἀφαιρεῖν ἀπὸ τῶν συνθηκῶν.
这两座城市被怀疑阴谋对付整个希腊是有合理依据的,因为在共同条约中附加了一条:雅典人和拉刻代蒙人可以根据两座城市认为合适的内容,在条约中增加或删除条款。
χωρὶς δὲ τούτων Ἀθηναῖοι μὲν διὰ ψηφίσματος ἔδωκαν δέκα ἀνδράσιν ἐξουσίαν ἔχειν βουλεύεσθαι περὶ τῶν τῇ πόλει συμφερόντων· τὸ παραπλήσιον δὲ καὶ τῶν Λακεδαιμονίων πεποιηκότων φανερὰν συνέβη γενέσθαι τῶν δύο πόλεων τὴν πλεονεξίαν.
除此之外,雅典人通过一项决议,授权十名男子就对城市有利的事项进行商议,而拉刻代蒙人也采取了类似的措施,两座城市的扩张野心由此变得显而易见。
§12.75.5πολλῶν δὲ πόλεων ὑπακουουσῶν πρὸς τὴν κοινὴν ἐλευθερίαν, καὶ τῶν μὲν Ἀθηναίων καταφρονουμένων διὰ τὴν περὶ τὸ Δήλιον συμφοράν, τῶν δὲ Λακεδαιμονίων τεταπεινωμένων τῇ δόξῃ διὰ τὴν ἅλωσιν τῶν ἐν τῇ Σφακτηρίᾳ νήσῳ, πολλαὶ πόλεις συνίσταντο, καὶ προῆγον τὴν τῶν Ἀργείων πόλιν ἐπὶ τὴν ἡγεμονίαν.
在许多城市响应争取共同自由的呼声中,由于雅典人在德里翁惨败而受到轻视,拉刻代蒙人也因斯法克特里亚岛的被俘事件声誉受损,许多城市开始联合,并将阿耳戈斯市推上了领导地位。
§12.75.6εἴ͂χε γὰρ ἡ πόλις αὕτη μέγα ἀξίωμα διὰ τὰς παλαιὰς πράξεις· πρὸ γὰρ τῆς Ἡρακλειδῶν κατηλύσεως ἐκ τῆς Ἀργείας ὑπῆρξαν σχεδὸν ἅπαντες οἱ μέγιστοι τῶν βασιλέων·
因为这座城市因其古老的事迹而拥有巨大的威望;在赫拉克勒斯后裔归来之前,几乎所有最伟大的国王都来自阿耳戈斯地区。
πρὸς δὲ τούτοις πολὺν χρόνον εἰρήνην ἔχουσα προσόδους μεγίστας ἐλάμβανε, καὶ πλῆθος οὐ μόνον χρημάτων εἶχεν, ἀλλὰ καὶ ἀνδρῶν.
此外,由于该市长期享有和平,获得了极大的收入,不仅拥有大量的财富,还拥有充裕的人口。
§12.75.7οἱ δʼ Ἀργεῖοι νομίζοντες αὑτοῖς συγχωρηθήσεσθαι τὴν ὅλην ἡγεμονίαν, ἐπέλεξαν τῶν πολιτῶν χιλίους τοὺς νεωτέρους καὶ μάλιστα τοῖς τε σώμασιν ἰσχύοντας καὶ ταῖς οὐσίαις·
阿耳戈斯人认为整个希腊的领导权都将让给他们,于是从市民中选拔了一千名年轻、身体最强壮且财产最丰厚的男子。
ἀπολύσαντες δὲ αὐτοὺς καὶ τῆς ἄλλης λειτουργίας καὶ τροφὰς δημοσίας χορηγοῦντες προσέταξαν γυμνάζεσθαι συνεχεῖς μελέτας.
免除他们所有的其他公共义务,并由公费提供口粮,命令他们进行持续不断的军事训练。
οὗτοι μὲν οὖν διὰ τὴν χορηγίαν καὶ τὴν συνεχῆ μελέτην ταχὺ τῶν πολεμικῶν ἔργων ἀθληταὶ κατεστάθησαν.
由于这些公费支持和不间断的训练,这些人很快就成为了战争事务的能手。

词汇与语法注释

  1. 12.75.4αἱ πόλις — 尽管紧接的前文中提到了四个城市(阿耳戈斯、底比斯等),但在本句的语境中,它指的是缔结条约的双方,即雅典和拉刻代蒙这两个城市。
  2. 12.75.4ἐξεῖναι Ἀθηναίοις καὶ Λακεδαιμονίοις — 此不定式短语作为同位语,具体说明名词性短语“附加在协定中”(τὸ προσγεγράφθαι)的内容。
  3. 12.75.5ὑπακουουσῶν πρὸς τὴν κοινὴν ἐλευθερίαν — 动词 `ὑπακούω` 通常意为“服从”,但在此处用于表示对“共同自由”这一大义或号召做出“响应”或“倾听”。
  4. 12.75.6κατηλύσεως — 此处没有使用古典时期通用的、指代赫拉克勒斯后裔归来的术语 `κάθοδος`(回归),而是选择了几乎同义的 `κατήλυσις`(定居/降临)。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §12.75.1-12.75.7. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:12.75.1-12.75.7

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。