§12.73.1μετὰ δὲ ταῦτα Ἀθήνησι μὲν ἦρχεν Ἀλκαῖος, ἐν Ῥώμῃ δὲ ὑπῆρχον ὕπατοι Ὀπίτερος Λουκρήτιος καὶ Λεύκιος Σέργιος Φιδηνιάτης.
その後、アテナイではアルカイオスがアルコンとなり、ローマではオピテルス・ルクレティウスとルキウス・セルギウス・フィデナテスが執政官であった。
ἐπὶ δὲ τούτων Ἀθηναῖοι τοῖς Δηλίοις ἐγκαλοῦντες ὅτι λάθρᾳ πρὸς Λακεδαιμονίους συντίθενται συμμαχίαν, ἐξέβαλον αὐτοὺς ἐκ τῆς νήσου καὶ τὴν πόλιν αὐτοὶ κατέσχον.
彼らの任期中、アテナイ人はデロス人たちが密かにラケダイモン人と同盟を結ぼうとしていると非難し、彼らを島から追放して、自らその都市を占領した。
τοῖς δʼ ἐκπεσοῦσι Δηλίοις Φαρνιάκης ὁ σατράπης ἔδωκεν οἰκεῖν πόλιν Ἀδραμύτιον.
追放されたデロス人に対して、サトラップのファルナケスは住処としてアドラミュティオンの町を与えた。
§12.73.2οἱ δʼ Ἀθηναῖοι προχειρισάμενοι στρατηγὸν Κλέωνα τὸν δημαγωγόν, καὶ δόντες ἀξιόλογον δύναμιν πεζήν, ἐξέπεμψαν εἰς τοὺς ἐπὶ Θρᾴκης τόπους.
アテナイ人は、民衆指導者クレオンを将軍に選出し、相当な陸上部隊を与えて、スラキア地方へと派遣した。
οὗτος δὲ πλεύσας εἰς Σκιώνην, κἀκεῖθεν προσλαβόμενος στρατιώτας ἐκ τῶν πολιορκούντων τὴν πόλιν, ἀπέπλευσε καὶ κατῆρεν εἰς Τορώνην·
彼はスキオネへと航行し、そこから同市を包囲していた者たちから兵士を増強すると、出航してトロネに到着した。
ἐγίνωσκε γὰρ τὸν μὲν Βρασίδαν ἐκ τούτων τῶν τόπων ἀπεληλυθότα, πρὸς δὲ τῇ Τορώνῃ τοὺς ἀπολελειμμένους στρατιώτας οὐκ ὄντας ἀξιομάχους.
なぜなら、彼はブラシダスがこれらの地域から立ち去っており、トロネに残された兵士たちが戦うに足りる戦力ではないことを知っていたからである。
§12.73.3πλησίον δὲ τῆς Τορώνης καταστρατοπεδεύσας καὶ πολιορκήσας ἅμα κατὰ γῆν καὶ κατὰ θάλατταν, εἷλε κατὰ κράτος τὴν πόλιν, καὶ τοὺς μὲν παῖδας καὶ τὰς γυναῖκας ἠνδραποδίσατο, αὐτοὺς δὲ καὶ τοὺς τὴν πόλιν φρουροῦντας αἰχμαλώτους λαβών, σήσας ἀπέστειλεν εἰς τὰς Ἀθήνας·
彼はトロネの近くに陣を張り、陸と海から同時に包囲攻撃を仕掛け、力ずくでこの都市を奪い取った。 そして、子供と女性を奴隷とし、男たちと都市を警備していた者たちを捕虜として捕らえると、彼らを縛ってアテナイへと送った。
τῆς δὲ πόλεως ἀπολιπὼν τὴν ἱκανὴν φρουρὰν ἐξέπλευσε μετὰ τῆς δυνάμεως, καὶ κατῆρε τῆς Θρᾴκης ἐπὶ Στρυμόνα ποταμόν.
都市に十分な守備隊を残した後、彼は部隊とともに出航し、スラキアのストリュモン川へと到着した。
καταστρατοπεδεύσας δὲ πλησίον πόλεως Ἠιόνος, ἀπεχούσης ἀπὸ τῆς Ἀμφιπόλεως σταδίους ὡς τριάκοντα, προσβολὰς ἐποιεῖτο τῷ πολίσματι.
アンフィポリスから約三十スタディオン離れたエイオンの町の近くに陣を張ると、彼はこの小都市への攻撃を開始した。