§12.65.1τούτου δὲ τοῦ ἔτους διελθόντος Ἀθήνησι μὲν ἦν ἄρχων Ἴσαρχος, ἐν δὲ τῇ Ῥώμῃ καθειστήκεσαν ὕπατοι Τίτος Κοΐντιος καὶ Γάιος Ἰούλιος, παρὰ δὲ Ἠλείοις Ὀλυμπιὰς ἤχθη ἐνάτη καὶ ὀγδοηκοστή, καθʼ ἣν ἐνίκα στάδιον Σύμμαχος τὸ δεύτερον.
この年が過ぎると、アテナイではイサルコスがアルコンであり、ローマではティトゥス・クィンティウスとガイウス・ユリウスが執政官に就任しており、エリア人の間では第八十九回オリンピア祭が開催され、そこではシュンマコスが二度目のスタディオン走で優勝した。
ἐπὶ δὲ τούτων Ἀθηναῖοι στρατηγὸν καταστήσαντες Νικίαν τὸν Νικηράτου, καὶ παραδόντες αὐτῷ τριήρεις μὲν ἑξήκοντα, ὁπλίτας δὲ τρισχιλίους, προσέταξαν πορθῆσαι τοὺς Λακεδαιμονίων συμμάχους.
彼らの任期中、アテナイ人はニケラトスの息子ニキアスを将軍に任命し、彼に三段櫂船六十隻と重装歩兵三千名を引き渡した上で、ラケダイモン人の同盟者たちの領地を略奪することを命じた。
§12.65.2οὗτος δʼ ἐπὶ πρώτην τὴν Μῆλον πλεύσας τήν τε χώραν ἐδῄωσε καὶ τὴν πόλιν ἐφʼ ἱκανὰς ἡμέρας ἐπολιόρκησεν·
彼はまずメロス島へと航行し、その領土を荒らし、都市を十分な日数の間包囲した。
αὕτη γὰρ μόνη τῶν Κυκλάδων νήσων διεφύλαττε τὴν πρὸς Λακεδαιμονίους συμμαχίαν, ἄποικος οὖσα τῆς Σπάρτης.
というのも、この島だけがキクラデス諸島の中でラケダイモン人との同盟関係を維持していたからであり、スパルタの植民都市であったのである。
§12.65.3ὁ δὲ Νικίας, γενναίως ἀμυνομένων τῶν Μηλίων οὐ δυνάμενος ἑλεῖν τὴν πόλιν, ἀπέπλευσεν εἰς Ὠρωπὸν τῆς Βοιωτίας.
しかしニキアスは、メロス人が勇敢に防衛したため都市を攻略することができず、ボイオティアのオロポスへと船を返した。
ἐνταῦθα δὲ τὰς ναῦς ἀπολιπὼν παρῆλθεν εἰς τὴν τῶν Ταναγραίων χώραν μετὰ τῶν ὁπλιτῶν, καὶ κατέλαβεν ἐνταῦθα δύναμιν ἑτέραν Ἀθηναίων, ἧς ἐστρατήγει Ἱππόνικος ὁ Καλλίου.
そこで船を残し、彼は重装歩兵とともにタナグラ人の領地へと進み、カリアスの息子ヒッポニコスが率いる別のアテナイ軍とそこで合流した。
§12.65.4συνελθόντων δὲ εἰς ταὐτὸ τῶν στρατοπέδων ἀμφοτέρων, οὗτοι μὲν ἐπεπορεύοντο τὴν χώραν πορθοῦντες, τῶν δὲ Θηβαίων ἐκβοηθούντων συνάψαντες αὐτοῖς μάχην οἱ Ἀθηναῖοι καὶ πολλοὺς ἀνελόντες ἐνίκησαν.
両方の軍勢が同じ場所に集まると、彼らは領地を略奪しながら進撃したが、テーバイ人が救援のために出撃してきたため、アテナイ人は彼らと戦闘を交えて勝利し、多くの者を討ち取った。
§12.65.5μετὰ δὲ τὴν μάχην οἱ μεθʼ Ἱππονίκου στρατιῶται τὴν εἰς Ἀθήνας ἐπάνοδον ἐποιήσαντο, Νικίας δὲ παρελθὼν ἐπὶ τὰς ναῦς παρέπλευσεν ἐπὶ τὴν Λοκρίδα, καὶ τὴν παραθαλάττιον χώραν πορθήσας προσελάβετο παρὰ τῶν συμμάχων τριήρεις τετταράκοντα, ὥστε τὰς πάσας ἔχειν αὐτὸν ναῦς ἑκατόν·
戦闘の後、ヒッポニコス率いる兵士たちはアテナイへの帰路についたが、ニキアスは船へと戻ってロクリス地方へと沿岸を航行し、その沿岸地域を略奪した上で、同盟者たちから三段櫂船四十隻を受け取り、自ら合計百隻の船を擁することとなった。
καταλέξας δὲ καὶ πεζοὺς στρατιώτας οὐκ ὀλίγους, καὶ δύναμιν ἀξιόλογον συστησάμενος, ἔπλευσεν ἐπὶ τὴν Κόρινθον.
彼はさらに少なからぬ歩兵を徴募し、注目すべき軍勢を組織して、コリントスへと航行した。
§12.65.6ἀποβιβάσαντος δʼ αὐτοῦ τοὺς στρατιώτας, καὶ τῶν Κορινθίων ἀντιταχθέντων, οἱ Ἀθηναῖοι δυσὶ μάχαις ἐνίκησαν καὶ πολλοὺς τῶν πολεμίων ἀνελόντες τρόπαιον ἔστησαν.
彼が兵士たちを上陸させ、コリントス人が立ち向かってくると、アテナイ人は二度の戦闘で勝利を収め、敵の多くを討ち取って戦勝記念碑を建てた。
ἐτελεύτησαν δʼ ἐν τῇ μάχῃ τῶν Ἀθηναίων εἰς ὀκτώ, τῶν δὲ Κορινθίων πλείους τῶν τριακοσίων.
この戦闘において、アテナイ人の側では約八名が戦死し、コリントス人の側では三百名以上が戦死した。
§12.65.7ὁ δὲ Νικίας πλεύσας εἰς Κρομμυῶνα τήν τε χώραν ἐδῄωσε καὶ τὸ φρούριον ἐχειρώσατο.
ニキアスはクロミュオンへと航行してその地を荒らし、その砦を制圧した。
εὐθὺς δʼ ἐπαναζεύξας καὶ τειχίσας φρούριον ἐν τῇ Μεθώνῃ, φυλακὴν κατέλιπε τὴν τὸ χωρίον ἅμα φυλάξουσαν καὶ τὴν ἐγγὺς χώραν δῃώσουσαν·
そしてすぐに再び出発し、メトネに砦を築き、その場所を警備すると同時に近隣の領土を荒らすための守備隊を残した。
αὐτὸς δὲ τὴν παραθαλάττιον πορθήσας ἐπανῆλθεν εἰς τὰς Ἀθήνας.
自らは沿岸地域を略奪したのち、アテナイへと帰還した。
§12.65.8μετὰ δὲ ταῦτα ἐπὶ Κύθηρα ναῦς ἀπέστειλαν ἑξήκοντα καὶ δισχιλίους ὁπλίτας, ὧν εἶχε τὴν στρατηγίαν Νικίας μετʼ ἄλλων τινῶν.
この後、アテナイ人はキテラ島へ六十隻の船と二千名の重装歩兵を派遣し、ニキアスが他の者たちとともにその指揮を執った。
οὗτος δὲ στρατεύσας ἐπὶ τὴν νῆσον καὶ προσβολὰς ποιησάμενος παρέλαβε τὴν πόλιν καθʼ ὁμολογίαν.
彼はこの島へ出兵して攻撃を加え、協定によって都市を奪取した。
ἐν δὲ τῇ νήσῳ καταλιπὼν φρουρὰν ἐξέπλευσεν εἰς τὴν Πελοπόννησον καὶ τὴν παραθαλάττιον χώραν ἐδῄωσε.
そして島に守備隊を残したままペロポネソスへと出航し、沿岸の領土を荒らした。
§12.65.9καὶ Θυρέας μὲν κειμένας ἐν τοῖς μεθορίοις τῆς Λακωνικῆς καὶ τῆς Ἀργείας ἐκπολιορκήσας ἐξηνδραποδίσατο καὶ κατέσκαψε, τοὺς δʼ ἐν αὐτῇ κατοικοῦντας Αἰγινήτας καὶ τὸν φρούραρχον Τάνταλον Σπαρτιάτην ζωγρήσας ἀπήγαγεν εἰς τὰς Ἀθήνας.
また、ラコニカとアルゴリスの境界に位置するテュレアを包囲攻略して住民を奴隷とし、都市を破壊した。 そして、そこに居住していたアイギナ人たちと、スパルタ人の守備隊長タンタロスを捕虜にしてアテナイへと連行した。
οἱ δὲ Ἀθηναῖοι τὸν μὲν Τάνταλον δήσαντες ἐφύλαττον μετὰ τῶν ἄλλων αἰχμαλώτων καὶ τοὺς Αἰγινήτας.
アテナイ人はタンタロスを縛り、他の捕虜たちとともに監視下に置き、アイギナ人たちに対しても同様にした。