§12.65.1τούτου δὲ τοῦ ἔτους διελθόντος Ἀθήνησι μὲν ἦν ἄρχων Ἴσαρχος, ἐν δὲ τῇ Ῥώμῃ καθειστήκεσαν ὕπατοι Τίτος Κοΐντιος καὶ Γάιος Ἰούλιος, παρὰ δὲ Ἠλείοις Ὀλυμπιὰς ἤχθη ἐνάτη καὶ ὀγδοηκοστή, καθʼ ἣν ἐνίκα στάδιον Σύμμαχος τὸ δεύτερον.
When this year had passed, in Athens Isarchus was archon, and in Rome Titus Quinctius and Gaius Julius were established as consuls, and among the Eleans the eighty-ninth Olympiad was celebrated, in which Symmachus won the stadion race for the second time.
ἐπὶ δὲ τούτων Ἀθηναῖοι στρατηγὸν καταστήσαντες Νικίαν τὸν Νικηράτου, καὶ παραδόντες αὐτῷ τριήρεις μὲν ἑξήκοντα, ὁπλίτας δὲ τρισχιλίους, προσέταξαν πορθῆσαι τοὺς Λακεδαιμονίων συμμάχους.
Under these officials, the Athenians, having appointed Nicias, the son of Niceratus, as general, and having handed over to him sixty triremes and three thousand hoplites, commanded him to ravage the allies of the Lacedaemonians.
§12.65.2οὗτος δʼ ἐπὶ πρώτην τὴν Μῆλον πλεύσας τήν τε χώραν ἐδῄωσε καὶ τὴν πόλιν ἐφʼ ἱκανὰς ἡμέρας ἐπολιόρκησεν· αὕτη γὰρ μόνη τῶν Κυκλάδων νήσων διεφύλαττε τὴν πρὸς Λακεδαιμονίους συμμαχίαν, ἄποικος οὖσα τῆς Σπάρτης.
He, having sailed first against Melos, ravaged its territory and besieged the city for a sufficient number of days; for this island alone of the Cyclades islands preserved its alliance with the Lacedaemonians, being a colony of Sparta.
§12.65.3ὁ δὲ Νικίας, γενναίως ἀμυνομένων τῶν Μηλίων οὐ δυνάμενος ἑλεῖν τὴν πόλιν, ἀπέπλευσεν εἰς Ὠρωπὸν τῆς Βοιωτίας.
But Nicias, being unable to take the city because the Melians defended themselves bravely, sailed away to Oropus in Boeotia.
ἐνταῦθα δὲ τὰς ναῦς ἀπολιπὼν παρῆλθεν εἰς τὴν τῶν Ταναγραίων χώραν μετὰ τῶν ὁπλιτῶν, καὶ κατέλαβεν ἐνταῦθα δύναμιν ἑτέραν Ἀθηναίων, ἧς ἐστρατήγει Ἱππόνικος ὁ Καλλίου.
Having left his ships there, he advanced into the territory of the Tanagraeans with his hoplites, and there joined another Athenian force, which Hipponicus, the son of Callias, was commanding.
§12.65.4συνελθόντων δὲ εἰς ταὐτὸ τῶν στρατοπέδων ἀμφοτέρων, οὗτοι μὲν ἐπεπορεύοντο τὴν χώραν πορθοῦντες, τῶν δὲ Θηβαίων ἐκβοηθούντων συνάψαντες αὐτοῖς μάχην οἱ Ἀθηναῖοι καὶ πολλοὺς ἀνελόντες ἐνίκησαν.
When both armies had united at the same place, they marched through the territory, ravaging it, and when the Thebans came out to give battle, the Athenians engaged them, and having slain many, they were victorious.
§12.65.5μετὰ δὲ τὴν μάχην οἱ μεθʼ Ἱππονίκου στρατιῶται τὴν εἰς Ἀθήνας ἐπάνοδον ἐποιήσαντο, Νικίας δὲ παρελθὼν ἐπὶ τὰς ναῦς παρέπλευσεν ἐπὶ τὴν Λοκρίδα, καὶ τὴν παραθαλάττιον χώραν πορθήσας προσελάβετο παρὰ τῶν συμμάχων τριήρεις τετταράκοντα, ὥστε τὰς πάσας ἔχειν αὐτὸν ναῦς ἑκατόν· καταλέξας δὲ καὶ πεζοὺς στρατιώτας οὐκ ὀλίγους, καὶ δύναμιν ἀξιόλογον συστησάμενος, ἔπλευσεν ἐπὶ τὴν Κόρινθον.
After the battle, the soldiers under Hipponicus made their return to Athens, but Nicias, having returned to the ships, sailed along the coast to Locris, and after ravaging the coastal territory, he received forty triremes from the allies, so that he had a hundred ships in all; and having also enlisted not a few foot soldiers and organized a noteworthy force, he sailed against Corinth.
§12.65.6ἀποβιβάσαντος δʼ αὐτοῦ τοὺς στρατιώτας, καὶ τῶν Κορινθίων ἀντιταχθέντων, οἱ Ἀθηναῖοι δυσὶ μάχαις ἐνίκησαν καὶ πολλοὺς τῶν πολεμίων ἀνελόντες τρόπαιον ἔστησαν.
When he had disembarked the soldiers and the Corinthians drew up against them, the Athenians were victorious in two battles, and having slain many of the enemy, they erected a trophy.
ἐτελεύτησαν δʼ ἐν τῇ μάχῃ τῶν Ἀθηναίων εἰς ὀκτώ, τῶν δὲ Κορινθίων πλείους τῶν τριακοσίων.
There died in the battle about eight of the Athenians, and more than three hundred of the Corinthians.
§12.65.7ὁ δὲ Νικίας πλεύσας εἰς Κρομμυῶνα τήν τε χώραν ἐδῄωσε καὶ τὸ φρούριον ἐχειρώσατο.
And Nicias, having sailed to Crommyon, ravaged the territory and subdued the fortress.
εὐθὺς δʼ ἐπαναζεύξας καὶ τειχίσας φρούριον ἐν τῇ Μεθώνῃ, φυλακὴν κατέλιπε τὴν τὸ χωρίον ἅμα φυλάξουσαν καὶ τὴν ἐγγὺς χώραν δῃώσουσαν· αὐτὸς δὲ τὴν παραθαλάττιον πορθήσας ἐπανῆλθεν εἰς τὰς Ἀθήνας.
Then, immediately setting out again and having fortified a stronghold at Methone, he left a guard to both guard the place and ravage the neighboring territory; and he himself, having ravaged the coastal region, returned to Athens.
§12.65.8μετὰ δὲ ταῦτα ἐπὶ Κύθηρα ναῦς ἀπέστειλαν ἑξήκοντα καὶ δισχιλίους ὁπλίτας, ὧν εἶχε τὴν στρατηγίαν Νικίας μετʼ ἄλλων τινῶν.
After this, they dispatched sixty ships and two thousand hoplites against Cythera, of whom Nicias held the command along with certain others.
οὗτος δὲ στρατεύσας ἐπὶ τὴν νῆσον καὶ προσβολὰς ποιησάμενος παρέλαβε τὴν πόλιν καθʼ ὁμολογίαν.
Having campaigned against the island and made assaults, he took over the city by agreement.
ἐν δὲ τῇ νήσῳ καταλιπὼν φρουρὰν ἐξέπλευσεν εἰς τὴν Πελοπόννησον καὶ τὴν παραθαλάττιον χώραν ἐδῄωσε.
Having left a garrison on the island, he sailed out to the Peloponnese and ravaged the coastal territory.
§12.65.9καὶ Θυρέας μὲν κειμένας ἐν τοῖς μεθορίοις τῆς Λακωνικῆς καὶ τῆς Ἀργείας ἐκπολιορκήσας ἐξηνδραποδίσατο καὶ κατέσκαψε, τοὺς δʼ ἐν αὐτῇ κατοικοῦντας Αἰγινήτας καὶ τὸν φρούραρχον Τάνταλον Σπαρτιάτην ζωγρήσας ἀπήγαγεν εἰς τὰς Ἀθήνας.
And having taken by siege Thyrea, which lies on the border of Laconia and Argolis, he enslaved the inhabitants and razed it to the ground, and having captured alive the Aeginetans residing in it and the Spartan garrison commander Tantalus, he led them away to Athens.
οἱ δὲ Ἀθηναῖοι τὸν μὲν Τάνταλον δήσαντες ἐφύλαττον μετὰ τῶν ἄλλων αἰχμαλώτων καὶ τοὺς Αἰγινήτας.
The Athenians bound Tantalus and kept him under guard with the other prisoners, as they did also the Aeginetans.