§12.63.1χρονιζούσης δὲ τῆς πολιορκίας, καὶ τῶν Ἀθηναίων ταῖς ναυσὶν ἐπικρατησάντων καὶ σῖτον εἰς τὴν γῆν εἰσκομίζειν κωλυόντων, ἐκινδύνευον οἱ κατειλημμένοι ἐν τῇ νήσῳ τῷ λιμῷ διαφθαρῆναι.
包囲戦が長引き、アテナイ人が船で優勢となって陸地に食糧を運び込むのを妨げたため、島に閉じ込められた者たちは飢えによって滅びる危険に瀕していた。
§12.63.2διόπερ οἱ Λακεδαιμόνιοι φοβηθέντες περὶ τῶν ἀπειλημμένων ἐν τῷ νήσῳ, πρεσβείας ἀπέστειλαν εἰς τὰς Ἀθήνας περὶ τῆς καταλύσεως τοῦ πολέμου·
それゆえ、島に遮断された者たちを案じて恐れたラケダイモン人たちは、戦争の終結についてアテナイに使節を派遣した。
οὐ συγκατατιθεμένων δʼ αὐτῶν ἠξίουν ἀλλαγὴν ποιήσασθαι τῶν ἀνδρῶν καὶ λαβεῖν τοὺς ἴσους τῶν Ἀθηναίων τῶν ἑαλωκότων·
しかし、彼らがこれに同意しなかったため、彼らは捕虜の交換を行い、捕らえられたアテナイ人と同数の者を受け取ることを提案した。
ἀλλʼ οὐδὲ τοῦτο συνεχώρησαν οἱ Ἀθηναῖοι.
だが、アテナイ人はこれも認めなかった。
διόπερ οἱ πρέσβεις παρρησίαν ἤγαγον ἐν ταῖς Ἀθήναις ὡς ὁμολογοῦσι Λακεδαιμονίους κρείττους εἶναι, μὴ βουλόμενοι τὴν ἀντίδοσιν τῶν αἰχμαλώτων ποιήσασθαι.
それゆえ使節たちはアテナイにおいて率直に抗議し、アテナイ人が捕虜の交換を望まないことによって、ラケダイモン人の方が優れていることを自ら認めているのだ、と主張した。
§12.63.3οἱ δʼ Ἀθηναῖοι τῇ σπάνει τῶν ἀναγκαίων καταπονήσαντες τοὺς ἐν τῇ Σφακτηρίᾳ παρέλαβον αὐτοὺς καθʼ ὁμολογίαν.
しかしアテナイ人は、生活必需品の不足によってスファクテリア島の者たちを困窮させ、協定に基づいて彼らを降伏させた。
ἦσαν δʼ οἱ παραδόντες αὑτοὺς Σπαρτιᾶται μὲν ἑκατὸν εἴκοσι, τῶν δὲ συμμάχων ἑκατὸν ὀγδοήκοντα.
降伏した者は、スパルタ人が百二十人、同盟軍が百八十人であった。
§12.63.4οὗτοι μὲν οὖν ὑπὸ Κλέωνος τοῦ δημαγωγοῦ στρατηγοῦντος τότε δεθέντες ἤχθησαν εἰς τὰς Ἀθήνας·
こうして彼らは、当時将軍を務めていた扇動政治家クレオンによって縛られ、アテナイへと連行された。
ὁ δὲ δῆμος ἐψηφίσατο αὐτοὺς φυλάττειν, ἐὰν βούλωνται Λακεδαιμόνιοι λῦσαι τὸν πόλεμον, ἐὰν δὲ προκρίνωσι τὸ πολεμεῖν, τότε πάντας τοὺς αἰχμαλώτους ἀποκτεῖναι.
そして民衆は、もしラケダイモン人が戦争を終結させることを望むなら彼らを監視のもとに留め置き、もし戦争を続けることを選ぶなら、その時は捕虜全員を処刑することを決議した。
§12.63.5μετὰ δὲ ταῦτα τῶν ἐν Ναυπάκτῳ κατῳκισμένων Μεσσηνίων μεταπεμψάμενοι τοὺς ἀρίστους καὶ τῶν ἄλλων συμμάχων τοὺς ἱκανοὺς προσθέντες, τούτοις παρέδωκαν τὴν Πύλον φρουρεῖν·
この後、アテナイ人はナウパクトスに入植していたメッセニア人の中から最精鋭を呼び寄せ、他の同盟軍からも十分な数の兵力を加えた上で、彼らにピュロスを引き渡して守備を行わせた。
ἐνόμιζον γὰρ τοὺς Μεσσηνίους διὰ τὸ πρὸς τοὺς Σπαρτιάτας μῖσος ἐκθυμότατα κακοποιήσειν τὴν Λακωνικήν, ὁρμωμένους ἐξ ὀχυροῦ χωρίου.
彼らは、メッセニア人がスパルタ人に対する憎しみのゆえに、堅固な拠点を足がかりとして、きわめて精力的にラコニア地方に損害を与えるであろうと考えたからである。
καὶ τὰ μὲν κατὰ τὴν Πύλον ἐν τούτοις ἦν.
こうして、ピュロスをめぐる状況はこのようになった。