§12.61.1Δημοσθένης δὲ στρατεύσας ἐπὶ Πύλον ἐπεβάλετο τοῦτο τὸ χωρίον τειχίσαι κατὰ τῆς Πελοποννήσου·
デモステネスはピュロスへ遠征し、ペロポネソスに対する足がかりとしてこの地を要塞化することを企てた。
ἔστι γὰρ ὀχυρόν τε διαφερόντως καὶ κείμενον ἐν τῇ Μεσσηνίᾳ, τῆς δὲ Σπάρτης ἀπέχον σταδίους τετρακοσίους.
なぜなら、この地はとりわけ堅固であり、メッセニアに位置し、スパルタから四百スタディオン離れていたからである。
ἔχων δὲ τότε καὶ ναῦς πολλὰς καὶ στρατιώτας ἱκανούς, ἐν εἴκοσιν ἡμέραις ἐτείχισε τὴν Πύλον.
彼は当時、多くの船と十分な兵士を擁しており、二十日間でピュロスを要塞化した。
Λακεδαιμόνιοι δὲ πυθόμενοι τὸν τειχισμὸν τῆς Πύλου συνήγαγον δύναμιν ἀξιόλογον οὐ μόνον πεζήν, ἀλλὰ καὶ ναυτικήν.
ラケダイモン人たちはピュロスの要塞化を知ると、陸上だけでなく海上からも相当な兵力を集めた。
§12.61.2διὸ καὶ τριήρεσι μὲν ἐπὶ τὴν Πύλον ἔπλευσαν τετταράκοντα πέντε καλῶς κατεσκευασμέναις, πεζοῖς δὲ ἐστράτευσαν μυρίοις καὶ δισχιλίοις, αἰσχρὸν ἡγούμενοι τοὺς τῇ Ἀττικῇ δῃουμένῃ μὴ τολμήσαντας βοηθεῖν ἐν Πελοποννήσῳ χωρίον τειχίζειν καὶ καταλαμβάνεσθαι.
それゆえ、彼らはよく装備された四十五隻の三段櫂船でピュロスへと航行し、一万二千人の歩兵で遠征した。 彼らは、アッティカが略奪されている時に救援に行く勇気のなかった者たちが、ペロポネソスにおいて場所を要塞化し占領することを、不名誉なことと考えたからである。
§12.61.3οὗτοι μὲν οὖν ἡγουμένου Θρασυμήδους πλησίον τῆς Πύλου κατεστρατοπέδευσαν.
こうして彼らは、トラシュメデスの指揮のもと、ピュロスの近くに陣を敷いた。
ἐμπεσούσης δὲ ὁρμῆς τῷ πλήθει πάντα κίνδυνον ὑπομένειν καὶ βίᾳ χειρώσασθαι τὴν Πύλον, τὰς μὲν ναῦς ἀντιπρῴρους ἔστησαν τῷ στόματι τοῦ λιμένος, ὅπως διὰ τούτων ἐμφράξωσι τὸν εἴσπλουν τῶν πολεμίων, πεζῇ δʼ ἐκ διαδοχῆς προσβάλλοντες τῷ τείχει καὶ φιλοτιμίαν τὴν μεγίστην εἰσφερόμενοι θαυμασίους ἀγῶνας συνεστήσαντο.
そして、民衆の間に、あらゆる危険を耐え忍んで力ずくでピュロスを制圧しようという衝動が湧き起こったため、船の船首を港の入り口に向けて配置し、これによって敵の侵入路を塞ごうとした。 一方で、陸上からは交代で壁に攻撃を仕掛け、最大の闘志を注ぎ込んで驚くべき戦いを繰り広げた。
§12.61.4εἰς δὲ τὴν νῆσον τὴν καλουμένην Σφακτηρίαν, παρατεταμένην δʼ ἐπὶ μῆκος καὶ ποιοῦσαν εὔδιον τὸν λιμένα, διεβίβασαν τοὺς ἀρίστους τῶν Λακεδαιμονίων καὶ τῶν συμμάχων.
また、縦に長く伸びて港を穏やかにしている、スファクテリアと呼ばれる島へ、ラケダイモン人と同盟軍の精鋭を渡らせた。
τοῦτο δʼ ἔπραξαν φθάσαι βουλόμενοι τοὺς Ἀθηναίους προκαταλαβέσθαι τὴν νῆσον, εὐφυῶς σφόδρα κειμένην πρὸς τὴν πολιορκίαν.
彼らがこれを行ったのは、包囲戦にとって極めて好都合な位置にあるこの島を、アテナイ人より先んじて占領することを望んだからであった。
§12.61.5διημερεύοντες δʼ ἐν ταῖς τειχομαχίαις καὶ κατατιτρωσκόμενοι διὰ τὴν ἀπὸ τοῦ τείχους ὑπεροχὴν οὐκ ἔληγον τῆς βίας·
彼らは終日、城壁の戦いを行い、壁の上からの優位によって傷を負わされながらも、強襲を止めなかった。
διὸ πολλοὶ μὲν αὐτῶν ἀπέθνησκον, οὐκ ὀλίγοι δὲ κατετραυματίζοντο πρὸς τόπον ὠχυρωμένον βιαζόμενοι.
そのため、彼らの多くが死亡し、少なくない者が、要塞化された場所に対して力攻めをしたことで重傷を負った。
§12.61.6οἱ δὲ Ἀθηναῖοι προκατειλημμένοι χωρίον καὶ φύσει καρτερόν, καὶ βελῶν τε πλήθη καὶ τῶν ἄλλων τῶν χρησίμων πολλὴν ἔχοντες ἀφθονίαν, ἐκθύμως ἠμύνοντο·
一方、アテナイ人たちは、自然の要害でもある場所をあらかじめ占領しており、また矢弾の数々やその他の有用な物資を極めて豊富に有していたため、勇敢に防戦した。
ἤλπιζον γὰρ κρατήσαντες τῆς ἐπιβολῆς πάντα τὸν πόλεμον περιαγαγεῖν εἰς τὴν Πελοπόννησον καὶ δῃώσειν ἀνὰ μέρος τὴν χώραν τῶν πολεμίων.
彼らは、この企てに成功すれば、戦争全体をペロポネソスへと移し、敵の土地を順繰りに荒廃させることができると期待していたからである。