§12.58.1ἐπʼ ἄρχοντος δʼ Ἀθήνησιν Εὐθύνου Ῥωμαῖοι κατέστησαν ἀντὶ τῶν ὑπάτων χιλιάρχους τρεῖς, Μάρκον Φάβιον, Μάρκον Φαλίνιον, Λεύκιον Σερουίλιον.
アテナイにおいてエウテュノスがアルコンであった時、ローマ人は執政官の代わりに3人の軍事執政官、マルクス・ファビウス、マルクス・ファリニウス、ルキウス・セルウィリウスを任命した。
ἐπὶ δὲ τούτων Ἀθηναῖοι χρόνον τινὰ τῆς νόσου τῆς λοιμικῆς ἀνειμένοι πάλιν εἰς τὰς αὐτὰς συμφορὰς ἐνέπεσον·
彼らの時に、アテナイ人は伝染病からしばらくの間解放されていたものの、再び同様の災厄に陥った。
§12.58.2οὕτω γὰρ ὑπὸ τῆς νόσου διετέθησαν, ὥστε τῶν στρατιωτῶν ἀποβαλεῖν πεζοὺς μὲν ὑπὲρ τοὺς τετρακισχιλίους, ἱππεῖς δὲ τετρακοσίους, τῶν δʼ ἄλλων ἐλευθέρων τε καὶ δούλων ὑπὲρ τοὺς μυρίους.
というのも、彼らは病気によって非常にひどい状態に置かれたため、兵士のうち歩兵を4000人以上、騎兵を400人、そして他の自由民および奴隷を1万人以上失うほどであったからである。
ἐπιζητούσης δὲ τῆς ἱστορίας τὴν τῆς περὶ τὴν νόσον δεινότητος αἰτίαν, ἀναγκαῖόν ἐστιν ἐκθέσθαι ταῦτα.
歴史がこの病気の猛威の原因を解明することを求める以上、これらについて説明することが必要である。
§12.58.3προγεγενημένων ἐν τῷ χειμῶνι μεγάλων ὄμβρων συνέβη τὴν γῆν ἔνυδρον γενέσθαι, πολλοὺς δὲ καὶ τῶν κοίλων τόπων δεξαμένους πλῆθος ὕδατος λιμνάσαι καὶ σχεῖν στατὸν ὕδωρ παραπλησίως τοῖς ἑλώδεσι τῶν τόπων, θερμαινομένων δʼ ἐν τῷ θέρει τούτων καὶ σηπομένων συνίστασθαι παχείας καὶ δυσώδεις ἀτμίδας, ταύτας δʼ ἀναθυμιωμένας διαφθείρειν τὸν πλησίον ἀέρα·
冬の間に大雨が降ったため、土地が水浸しになり、窪地の多くも大量の水を受け止めて池のようになり、湿地帯と同様によどんだ水を湛えるようになった。 そして、夏にこれらが熱せられて腐敗すると、濃く悪臭のある蒸気が発生し、これが立ち上ることで周囲の空気を汚染することとなった。
ὅπερ δὴ καὶ ἐπὶ τῶν ἑλῶν τῶν νοσώδη διάθεσιν ἐχόντων ὁρᾶται γινόμενον.
これこそまさに、病気をもたらす性質を持つ湿地において見られる現象である。
§12.58.4συνεβάλετο δὲ πρὸς τὴν νόσον καὶ ἡ τῆς προσφερομένης τροφῆς κακία·
また、摂取される食物の質の悪さも病気に寄与した。
ἐγένοντο γὰρ οἱ καρποὶ κατὰ τοῦτον τὸν ἐνιαυτὸν ἔνυγροι παντελῶς καὶ διεφθαρμένην ἔχοντες τὴν φύσιν.
というのも、この年の収穫物は完全に水浸しで、その本来の性質が損なわれていたからである。
τρίτην δὲ αἰτίαν συνέβη γενέσθαι τῆς νόσου τὸ μὴ πνεῦσαι τοὺς ἐτησίας, διʼ ὧν ἀεὶ κατὰ τὸ θέρος ψύχεται τὸ πολὺ τοῦ καύματος·
病気の第三の原因となったのは、夏の間に暑さの大部分を常に和らげるエテシアイ(季節風)が吹かなかったことである。
τῆς δὲ θερμασίας ἐπίτασιν λαβούσης καὶ τοῦ ἀέρος ἐμπύρου γενομένου, τὰ σώματα τῶν ἀνθρώπων μηδεμιᾶς ψύξεως γενομένης λυμαίνεσθαι συνέβαινε.
熱が増大して空気が灼熱のものとなる一方で、冷却が全く行われなかったため、人々の身体が蝕まれることとなった。
§12.58.5διὸ καὶ τὰ νοσήματα τότε πάντα καυματώδη συνέβαινεν εἶναι διὰ τὴν ὑπερβολὴν τῆς θερμασίας.
そのため、当時の病気はすべて、熱の過度な高さのゆえに熱病となるのが常であった。
διὰ δὲ ταύτην τὴν αἰτίαν οἱ πλεῖστοι τῶν νοσούντων ἔρριπτον ἑαυτοὺς εἰς τὰ φρέατα καὶ τὰς κρήνας, ἐπιθυμοῦντες αὐτῶν καταψύξαι τὰ σώματα.
この原因のために、病人の大部分は自らの身体を冷やすことを望んで、井戸や泉に身を投じた。
§12.58.6οἱ δʼ Ἀθηναῖοι διὰ τὴν ὑπερβολὴν τῆς νόσου τὰς αἰτίας τῆς συμφορᾶς ἐπὶ τὸ θεῖον ἀνέπεμπον.
アテナイ人たちは病気の激しさのゆえに、この災厄の原因を神意に帰した。
διὸ καὶ κατά τινα χρησμὸν ἐκάθηραν τὴν νῆσον Δῆλον, Ἀπόλλωνος μὲν οὖσαν ἱεράν, δοκοῦσαν δὲ μεμιάνθαι διὰ τὸ τοὺς τετελευτηκότας ἐν αὐτῇ τεθάφθαι.
そのため、ある神託に従ってデロス島を浄化した。 そこはアポロンの聖地であったが、死者たちがそこに埋葬されているために汚されていると考えられていた。
§12.58.7ἀνασκάψαντες οὖν ἁπάσας τὰς ἐν τῇ Δήλῳ θήκας μετήνεγκαν εἰς τὴν Ῥήνειαν καλουμένην νῆσον, πλησίον ὑπάρχουσαν τῆς Δήλου.
そこで、彼らはデロス島にあるすべての墓を掘り起こし、デロス島の近くにあるレネイアと呼ばれる島へと移した。
ἔταξαν δὲ καὶ νόμον μήτε τίκτειν ἐν τῇ Δήλῳ μήτε θάπτειν.
また彼らは、デロス島においては出産することも埋葬されることも認めないという法律を制定した。
ἐποίησαν δὲ καὶ πανήγυριν τὴν τῶν Δηλίων, γεγενημένην μὲν πρότερον, διαλιποῦσαν δὲ πολὺν χρόνον.
さらに彼らは、以前にも行われていたが長い間途絶えていたデリア祭を挙行した。