Humanitext Reader

シケリアのディオドロス · 歴史叢書 §12.56.1-12.56.6

プラタイアの脱出劇と都市の陥落および破壊

150 / 723 箇所 · ギリシア語

要旨

スパルタ人に包囲されたプラタイアから一部の市民がアテナイへ脱出する一方、降伏した残りのプラタイア人たちは全員処刑され、都市は破壊された。

§12.56.1περὶ δὲ τοὺς αὐτοὺς χρόνους Λακεδαιμόνιοι τὰς Πλαταιὰς πολιορκοῦντες περιετείχισαν τὴν πόλιν καὶ στρατιώταις πολλοῖς παρεφύλαττον.
ほぼ同じ頃、スパルタ人たちはプラタイアを包囲して都市の周囲に壁を巡らし、多くの兵士で見張っていた。
χρονιζούσης δὲ τῆς πολιορκίας καὶ τῶν Ἀθηναίων μηδεμίαν ἐξαποστελλόντων βοήθειαν, οἱ πολιορκούμενοι σιτοδείᾳ τε συνείχοντο καὶ τῶν πολιτῶν ἐν ταῖς προσβολαῖς πολλοὺς ἀπεβεβλήκεσαν.
包囲が長引き、アテナイ人が何の救援も派遣しなかったため、包囲されている者たちは食糧不足に苦しめられ、また突撃の際に多くの市民を失っていた。
§12.56.2ἀπορουμένων δʼ αὐτῶν καὶ βουλευομένων περὶ τῆς σωτηρίας, τοῖς μὲν πολλοῖς ἐδόκει τὴν ἡσυχίαν ἄγειν, τοῖς δʼ ἄλλοις ὡς διακοσίοις οὖσιν ἔδοξε νυκτὸς βιάσασθαι τοὺς φύλακας καὶ διεκπεσεῖν εἰς τὰς Ἀθήνας.
彼らが途方に暮れて自らの救済について審議していたところ、大多数の者には静穏を保つのが良いと思われたが、他の、およそ200人の者たちには、夜間に番兵を突破してアテナイへと脱出することが決議された。
§12.56.3τηρήσαντες οὖν ἀσέληνον νύκτα τοὺς μὲν ἄλλους ἔπεισαν εἰς θάτερα μέρη προσβάλλειν τῷ περιτειχίσματι, αὐτοὶ δʼ ἑτοιμασάμενοι κλίμακας, καὶ τῶν πολεμίων παραβοηθούντων ἐν τοῖς ἀπεστραμμένοις μέρεσι τῶν τειχῶν, αὐτοὶ διὰ τῶν κλιμάκων ἔτυχον ἀναβάντες ἐπὶ τὸ τεῖχος, καὶ τοὺς φύλακας ἀποκτείναντες διέφυγον εἰς τὰς Ἀθήνας.
それゆえ、彼らは月のない夜をうかがって、他の人々を説得して壁の別の部分を攻撃させ、自分たちは梯子を用意した。 そして、敵が壁の反対側に救援に駆けつけている間に、彼らは梯子を使ってまんまと壁の上に登り、番兵たちを殺害してアテナイへと逃れた。
§12.56.4τῇ δʼ ὑστεραίᾳ Λακεδαιμόνιοι μὲν παροξυνθέντες ἐπὶ τῷ δρασμῷ τῶν ἀπεληλυθότων ἐκ τῆς πόλεως, προσέβαλον τῇ πόλει τῶν Πλαταιέων καὶ πᾶσαν εἰσεφέροντο σπουδὴν βίᾳ χειρώσασθαι τοὺς πολιορκουμένους·
翌日、スパルタ人たちは都市から脱出した者たちの逃亡に激怒し、プラタイア人の都市を攻撃して、包囲されている者たちを力ずくで屈服させるためにあらゆる努力を傾けた。
οἱ δὲ Πλαταιεῖς καταπλαγέντες καὶ διαπρεσβευσάμενοι παρέδωκαν ἑαυτούς τε καὶ τὴν πόλιν τοῖς πολεμίοις.
プラタイア人たちは恐怖に駆られ、使節を送って交渉すると、自分たち自身と都市を敵に引き渡した。
§12.56.5οἱ δʼ ἡγεμόνες τῶν Λακεδαιμονίων καθʼ ἕνα τῶν Πλαταιέων προσκαλούμενοι ἐπηρώτων τί ἀγαθὸν πεποίηκε τοῖς Λακεδαιμονίοις, ἑκάστου δὲ ὁμολογοῦντος μηδὲν εὐηργετηκέναι, πάλιν ἐπηρώτων εἴ τι κακὸν ἔδρασαν τοὺς Σπαρτιάτας·
スパルタ人の指揮官たちは、プラタイア人たちを一人ずつ呼び出して、ラケダイモン人に対して何か良いことをしたかと問いかけた。 各人が、いかなる恩恵も施していないと認めると、彼らは再び、スパルタ人たちに対して何か悪いことをしたかと問いかけた。
οὐδενὸς δʼ ἀντιλέγοντος, πάντων κατέγνωσαν θάνατον.
誰も反論しなかったので、全員に対して死刑を宣告した。
§12.56.6διὸ καὶ τοὺς ἐγκαταλειφθέντας ἅπαντας ἀνεῖλον καὶ κατασκάψαντες ἐμίσθωσαν τὴν χώραν αὐτῶν.
それゆえ、取り残されていた者たち全員を彼らは殺害し、都市を破壊し尽くすと、彼らの土地を賃貸しした。
Πλαταιεῖς μὲν οὖν τὴν πρὸς Ἀθηναίους συμμαχίαν βεβαιοτάτην τηρήσαντες ἀδίκως ταῖς μεγίσταις συμφοραῖς περιέπεσον.
こうしてプラタイア人は、アテナイ人との同盟を極めて忠実に守り抜いたにもかかわらず、不当にも最大の悲惨な運命に見舞われた。

語釈・文法注

  1. §12.56.2ὡς διακοσίοις οὖσιν — 数詞を修飾する ὡς は「およそ」という概数を表す。ここでは、与格の名詞(τοῖς δʼ ἄλλοις)に一致する分詞 οὖσιν(εἰμί の現在分詞・男性複数与格)を伴って「およそ二百人である他の者たち」を意味している。
  2. §12.56.3ἔτυχον ἀναβάντες — 動詞 τυγχάνω(アオリスト三人称複数 ἔτυχον)は、補充補語として分詞(ここでは ἀναβαίνω のアオリスト分詞 ἀναβάντες)を伴い、「たまたま〜する」あるいは「結果として〜することに成功する」という意味を表す。ここでは、敵の目を盗んで壁に登りきることに成功したことを示している。
  3. §12.56.5εἴ τι κακὸν ἔδρασαν τοὺς Σπαρτιάτας — 動詞 δράω(アオリスト三人称複数 ἔδρασαν)は、行為の内容(τι κακὸν)と行為の対象(τοὺς Σπαρτιάτας)の両方に対格を要求する二重対格構文をとる。「スパルタ人たちに対して何か悪事を働いたか」という意味になる。

この箇所を引用する

シケリアのディオドロス, 歴史叢書 §12.56.1-12.56.6. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:12.56.1-12.56.6

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。